Ancient Greek
Chapter 52
Clement of Alexandria, Eclogae propheticae 52
Not analysed yet
διὰ τῶν πρωτοκτίστων ἀγγέλων ἐγένοντο εἰς »δόξαν θεοῦ«. καλοῦνται δὲ οὐρανοὶ κυρίως μὲν ὁ κύριος, ἔπειτα δὲ καὶ οἱ πρωτόκτιστοι, μεθ᾿ οὓς καὶ οἱ ἅγιοι πρὸ νόμου ἄνθρωποι. ὡς οἱ πατριάρχαι, καὶ Μωυσῆς καὶ οἱ προφῆται, εἶτα καὶ οἱ ἀπόστολοι. »Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. «στερέωμα λέγει τὸν θεὸν τὸν ἀπαθῆ καὶ ἀμετάβλητον, ὡς καὶ ἀλλαχῇ ὁ αὐτὸς Δαβίδ· »ἀγαπήσω σε, κύριε, ἡ ἰσχύς μου, κύριος στερέωμά μου καὶ καταφυγή μου. «τὴν ποίησιν οὖν τῶν χειρῶν αὐτοῦ αὐτὸ τὸ στερέωμα ἀναγγέλλει, τοῦτ᾿ ἔστιν δείκνυσι καὶ φαίνει τὴν ποίησιν τῶν ἀγγέλων αὐτοῦ· ἀναγγέλλει γὰρ καὶ δείκνυσιν οὓς ἐποίησεν. »Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα. «ὡς οἱ οὐρανοὶ πολλαχῶς.