Ancient Greek
16 to 19
CLIDEMUS, Fragmenta 16-19
Not analysed yet
Βοῦς ἕβδομος· μνημονεύει δὲ τοῦ ἑβδόμου βοός· ὅτι δὲ πέμμα ἐστὶ καὶ τῆς Σελήνης ἱερὸν, Κλειτόδημος ἐν Ἀτθίδι φησί. Ὅτι δὲ σεμνὸν ἦν ἡ μαγειρικὴ, μαθεῖν ἐστιν ἐκ τῶν Ἀθήνησι Κηρύκων· οἵδε γὰρ μαγείρων καὶ βουτύπων ἐπεῖχον τάξιν, ὥς φησι Κλείδημος ἐν Πρωτογονίας πρώτῳ. . . . Ἡ τῶν Ἀθηναίων ἐκκλησία οὕτως ἐκαλεῖτο. Πολλὴ δ ̓ ἡ μνήμη αὐτῆς παρ ̓ Ἀττικοῖς. Κλείδημος δ ̓ ἐν τρίτῳ Πρωτογονίας, «Συνῄεσαν, φησὶν, εἰς τὴν Πνύκα, ὀνομασθεῖσαν διὰ τὸ τὴν συνοίκησιν πυκνουμένην εἶναι.» . . . Ὁ δὲ τὸ Ἐξηγητικὸν ποιήσας Οὐρανοῦ καὶ Γῆς φησὶν αὐτοὺς εἶναι παῖδας, ὀνόματα δὲ αὐτοῖς Κόττον, Βριάρεων καὶ Γύγην.