Ancient Greek · ~2 min
Dfhg-Source dfhg1_CLIDEMUS
CLIDEMUS, Fragmenta 20
Not analysed yet
Ἰδίως δὲ καλεῖται παρ ̓ Ἀθηναίοις ἀπόνιμμα ἐπὶ τῶν εἰς τιμὴν τοῖς νεκροὶς γινομένων καὶ ἐπὶ τῶν τοὺς ἐναγεῖς καθαιρόντων, ὡς καὶ Κλείδημος ἐν τῷ ἐπιγραφομένῳ Ἐξηγητικῷ. Προθεὶς γὰρ περὶ ἐναγισμῶν γράφει τάδε· «Ὀρύξαι βόθυνον πρὸς ἑσπέραν τοῦ σήματος· ἔπειτα παρὰ τὸν βόθυνον πρὸς ἑσπέραν βλέπε, ὕδωρ κατάχεε, λέγων τάδε· Ὑμῖν ἀπόνιμμ ̓, οἷς χρὴ καὶ οἷς θέμις· ἔπειτ ̓ αὖθις μύρον κατάχεε.»