Ancient Greek
2 to 4
CLIDEMUS, Fragmenta 2-4
Not analysed yet
Ἐν τῷ πρώτῳ τῆς Ἀτθίδος Κλείδημος φῦλον ἀποφαίνει μαγείρων ἐχόντων δημιουργικὰς τιμὰς, οἷς καὶ τὸ πλῆθος ἐνεργεῖν ἔργον ἦν. Κλείδημος τοὺς μαγείρους Κήρυκάς φησι καλεῖσθαι. Μελανίππειον, Λυκοῦργος ἐν τῷ κατὰ Λυκόφρονος. Μελανίππου τοῦ Θησέως ἡρῷόν ἐστι, ὥς φησιν Ἀσκληπιάδης Τραγῳδουμένοις. Κλείδημος δ ̓ ἐν πρώτῃ Ἀτθίδος ἐν Μελίτῃ αὐτὸ εἶναι λεγει.