Ancient Greek · ~5 min
Dfhg-Source dfhg1_CLIDEMUS
CLIDEMUS, Fragmenta 5
Not analysed yet
Ἰδίως δέ πως καὶ περιττῶς ὁ Κλείδημος ἀπήγγειλε περὶ τούτων, ἄνωθέν ποθεν ἀρξάμενος· ὅτι «δόγμα κοινὸν ἦν Ἑλλήνων, μηδεμίαν ἐκπλεῖν τριήρη μηδαμόθεν ἀνδρῶν πέντε (?)πλείονας δεχομένην· τὸν δὲ ἄρχοντα τῆς Ἀργοῦς Ἰάσονα μόνον περιπλεῖν, ἐξείργοντα τῆς θαλάσσης τὰ λῃστήρια. Δαιδάλου δὲ πλοίῳ φυγόντος εἰς Ἀθήνας, Μίνως, παρὰ τὰ δόγματα μακραῖς ναυσὶ διώκων, ὑπὸ χειμῶνος εἰς Σικελίαν ἀπηνέχθη, κἀκεῖ κατέστρεψε τὸ βίον. Ἐπεὶ δὲ Δευκαλίων ὁ υἱὸς αὐτοῦ, πολεμικῶς ἔχων πρὸς τοὺς Ἀθηναίους, ἔπεμψεν ἐκδιδόναι Δαίδαλον αὐτῷ κελεύων, ἢ τοὺς παῖδας ἀποκτενεῖν ἀπειλῶν, οὓς ἔλαβεν ὁμήρους ὁ Μίνως· τούτῳ μὲν ἀπεκρίνατο πρᾴως ὁ Θησεὺς, παραιτούμενος ἀνεψιὸν ὄντα Δαίδαλον, κἀκείνῳ κατὰ γένος προσήκοντα, μητρὸς ὄντα Μερόπης τῆς Ἐρεχθέως, αὐτὸς δὲ ναυπηγίᾳ ἐπεβάλετο, τῇ μὲν ἐν Θυμαιταδῶν αὐτόθι, μακρὰν τῆς ξενικῆς ὁδοῦ, τῇ δὲ διὰ Πιτθέως ἐν Τροιζῆνι, βουλόμενος λανθάνειν. Γενομένων δὲ ἑτοίμων, ἐξέπλευσε, τόν τε Δαίδαλον ἔχων καὶ φυγάδας ἐκ Κρήτης καθηγεμόνας, οὐδενὸς δὲ προειδότος, ἀλλὰ ναῦς φιλίας οἰομένων τῶν Κρητῶν προσφέρεσθαι, τοῦ λιμένος κρατήσας, καὶ ἀποβὰς ἔφθασεν εἰς τὴν Κνωσσὸν παρελθὼν, καὶ μάχην ἐν πύλαις τοῦ Λαβυρίνθου συνάψας, ἀπέκτεινε τὸν Δευκαλίωνα καὶ τοὺς δορυφόρους. Ἐν δὲ τοῖς πράγμασι τῆς Ἀριάδνης γενομένης, σπεισάμενος πρὸς ἀυτὴν, τούς τε ἠϊθέους ἀνέλαβε, καὶ φιλίαν ἐποιήσατο τοῖς, Ἀθηναίοις πρὸς τοὺς Κρῆτας, ὀμόσαντας ημδέποτε πολέμου κατάρξειν.»