Ancient Greek · ~1 min
21 to 23
CLIDEMUS, Fragmenta 21-23
Not analysed yet
Ὕης, ἐπίθετον Διονύσου, ὡς Κλείδημος· «Ἐπειδὴ, φησὶν, ἐπιτελοῦμεν θυσίας αὐτῷ καθ ̓ ὃν ὁ θεὸς ὕει χρόνον.» Ἄπεδα, τὰ ἰσόπεδα. Κλείδημος· «Καὶ ἠπέδιζον τὴν ἀκρόπολιν, περιέβαλλον δὲ ἐννεάπυλον τὸ Πελασγικόν.» Προηρόσια· τὰ πρὸ τοῦ ἀρότου θύματα. Καὶ ὁ Κλείδημος δὲ αὐτὰ Προακτούρια καλεῖ.