Ancient Greek · ~3 min
Dfhg-Source dfhg1_CLIDEMUS
CLIDEMUS, Fragmenta 8
Not analysed yet
Ναυκραρία· τὸ πρότερον οὕτως ἐκάλουν, Ναυκραρία καὶ Ναύκραρος. Ναυκραρία μὲν ὁποῖόν τι ἡ συμμορία καὶ ὁ δῆμος, ναύκραρος δὲ ὁποῖόν τι ὁ δήμαρχος, Σόλωνος οὕτως ὀνομάσαντος, ὡς καὶ Ἀριστοτέλης φησίν· ἐν τοῖς νόμοις δὲ ἄν τις ναυκραρίας ἀμφισβητῇ καὶ τοὺς ναυκράρους τοὺς κατὰ ναυκραρίαν. Ὕστερον δὲ ἀπὸ Κλεισθένους δῆμοί εἰσι, καὶ δήμαρχοι ἐκλήθησαν ἐκ τῆς Ἀριστοτέλους πολιτείας, ὃν τρόπον διέταξε τὴν πολιτείαν ὁ Σόλων. Φυλαὶ δὲ ἦσαν τέσσαρες, καθάπερ πρότερον, καὶ φυλοβασιλεῖς τέσσαρες· ἐκ δὲ τῆς φυλῆς ἑκάστης ἦσαν νενεμημέναι τριττύες μὲν τρεῖς, ναυκραρίαι δὲ δώδεκα καθ ̓ ἑκάστην. Ὁ Κλείδημος ἐν τῇ τρίτη φησὶν, «ὅτι Κλεισθένους δέκα φυλὰς ποιήσαντος ἀντὶ τῶν τεσσάρων, συνέβη καὶ εἰς πεντήκοντα μέρη διαταγῆναι· αὐτοὺς δὲ ἐκάλουν ναυκραρίας, ὥσπερ νῦν εἰς τὰ ἑκατὸν μέρη διαιρεθέντα καλοῦσι συμμορίας.»