Ancient Greek · ~5 min
9 to 14
CLIDEMUS, Fragmenta 9-14
Not analysed yet
Ἀγαμεμνόνια φρέατα. Ἱστοροῦσι τὸν Ἀγαμέμνονα περὶ τὴν Αὐλίδα καὶ πολλαχοῦ τῆς Ἑλλάδος φρέατα ὀρύξαι, καὶ Δῆμος δὲ ἐν τῇ δωδεκάτῃ τῆς Ἀτθίδος. Περὶ δὲ τῆς Κρέοντος θυγατρὸς οὐχ ὁμοφωνοῦσι τῷ Εὐριπίδῃ οἱ συγγραφεῖς. Κλειτόδημος μὲν γὰρ Κρέουσάν φησι καλεῖσθαι, γήμασθαι δὲ Ξούθῳ, Ἀναξικράτης δὲ Γλαύκην. Κλείδημος ἐν τῇ Ἀτθίδι φησί· «Καὶ παράσιτοι δ ̓ ᾑρέθησαν τῷ Ἡρακλεῖ.» Ἐπὶ Παλλαδίῳ. . . . Κλειτόδημος δέ φησιν, Ἀγαμέμνονος σὺν τῷ Παλλαδίῳ προσενεχθέντος Ἀθήναις, Δημοφῶντα ἁρπάσαι τὸ Παλλάδιον, καὶ πολλοὺς τῶν διωκόντων ἀνελεῖν. Τοῦ δὲ Ἀγαυέυνονος δυσχεραίνοντος, κρίσιν αὐτοὺς ὑποσχεῖν ἐπὶ ν' Ἀθηναίων καὶ ν' Ἀργείων, οὓς Ἐφέτας κληθῆναι, διὰ τὸ παρ ̓ ἀμφοτέρων ἐφεθῆναι αὐτοῖς τὰ τῆς κρίσεως. Κλείδημος δὲ καὶ τοῦτο Θεμιστοκλέους ποιεῖται στρατήγημα· καταβαινόντων γὰρ εἰς Πειραιᾶ τῶν Ἀθηναίων, φησὶν ἀπολέσθαι τὸ Γοργόνειον ἀπὸ τῆς θεοῦ τοῦ ἀγάλματος. Τὸν οὖν Θεμιστοκλέα προσποιούμενον ζητεῖν, καὶ διερευνώμενον ἅπαντα, χρημάτων εὑρίσκειν πλῆθος ἐν ταῖς ἀποσκευαῖς ἀποκεκρυμμένον· ὧν εἰς μέσον κομισθέντων, εὐπορῆσαι τοὺς ἐμβαίνοντας εἰς τὰς ναῦς ἐφοδίων. Τούτων Ἀθηναῖοι μὲν ἦσαν δύο καὶ πεντήκοντα, πάντες ἐκ τῆς Αἰαντίδος φυλῆς, ὥς φησι Κλείδημος, ἀγωνισαμένης ἄριστα· διὸ καὶ ταῖς Σφραγίτισι νύμφαις ἔθυον Αἰαντίδαι τὴν πυθόχρηστον θυσίαν ὑπὲρ τῆς νίκης, ἐκ δημοσίου τὸ ἀνάλωμα λαμβάνοντες.