Ancient Greek · ~2 min
1 to 2
CLITONYMUS, Fragmenta 1-2
Not analysed yet
Ῥωμαῖοι πρὸς Λατίνους πολεμοῦντες ἐχειροτόνησαν στατηγὸν Πόπλιον Δέκιον· νεανίσκος δέ τις τῶν ἐπιστήμων πένης, τοὔνομα Κάσσιος Βροῦτος, ἐπὶ ῥητῷ μισθῷ νυκτὸς τὰς πύλας ἀνοῖξαι ἐβουλήθη. Φωραθεὶς δὲ, εἰς ναὸν ἔφυγεν Ἀθηνᾶς Αὐξιληρίας. Κάσσιος δὲ Σιγνίφερ, ὁ πατὴρ αὐτοῦ, κατέκλεισε, καὶ λιμῷ διέφθειρε, καὶ ἄταφον ἔρριψεν· ὡς Κλειτώνυμος ἐν Ἰταλικῶν *. Ἐν Συβάρει, πόλει τῆς Ἰταλίας, νέος περίβλεπτος τὸ κάλλος Αἱμίλιος φιλοκύνηγος ἦν· ἡ δὲ νεόνυμφος δόξασα ἑτέρᾳ συνεῖναι εἰσῄει εἰς τὴν νάπην. Τῶν δὲ δένδρων σεισθέντων, οἱ κύνες ἐπιδραμόντες, διέσπασαν· ὁ δὲ ἐπέσφαξεν ἑαυτόν· ὡς Κλειτώνυμος ἐν δευτέρῳ Συβαριτικῶν.