Ancient Greek · ~3 min
Dfhg-Source dfhg4_CLITONYMUS
CLITONYMUS, Fragmenta 3
Not analysed yet
Γεννᾶται δὲ καὶ ἐν τῷ Παγγαίῳ ὄρει βοτάνη, κιθάρα καλουμένη διὰ ταύτην τὴν αἰτίαν. Διασπαράξασαι τὸν Ὀρφέα, τὰ μέλη τοῦ προειρημένου εἰς ποταμὸν ἔβαλον Ἕβρον. Καὶ ἡ μὲν καφαλὴ τοῦ θνητοῦ κατὰ πρόνοιαν θεῶν εἰς δράκοντα μετέβαλε τὴν μορφὴν τοῦ σώματος· ἡ δὲ λύρα κατεστηρίχθη (κατηστερίσθη̣) κατὰ προαίρεσιν Ἀπόλλωνος· ἐκ δὲ τοῦ ῥεύσαντος αἵματος ἐνεφάνη βοτάνη, κιβάρα καλουμένη. Τῶν δὲ Διονυσίων τελουμένων, αὕτη κιθάρας ἀναδίδωσι ἦχον· οἱ δὲ ἐγχώριοι νεβρίδας περιβεβλημένοι καὶ θύρσους κρατοῦντες, ὕμνον ᾄδουσιν· Καὶ τότε φρονήσεις, ὅταν ἔσῃ μάτην φρονῶν· καθὼς ἱστορεῖ Κλειτώνυμος ἐν τῷ γ’ τῶν Θρᾳκικῶν (sic emend. Jonsius III, 2, 2 pro vg. Τραγικῶν).