Ancient Greek
Dfhg-Source dfhg4_CLITOPHON_RHODIUS
CLITOPHON RHODIUS, Fragmenta 2
Not analysed yet
Παράκειται δ ̓ αὐτῷ (sc. τῷ Ἄραρι ποταμῷ) ὄρος, Λούγδουνος καλούμενον· [μετ]ωνομάσθη δὲ δι ̓ αἰτίαν τοιαύτην. Μώμορος καὶ Ἀτεπόμαρος, ὑπὸ Σεσηρονέως τῆς ἀρχῆς ἐκβληθέντες, εἰς τοῦτον κατὰ προσταγὴν τὸν λόφον* πόλιν κτίσαι θέλοντες. Τῶν δὲ θεμελίων ὀρυσσομένων, αἰφνιδίως κόρακες ἐπιφανέντες καὶ διαπτερυξάμενοι, τὸ πέριξ ἐπλήρωσαν τὰ δένδρα. Μώμορος δ ̓, οἰωνοσκοπίας ἔμπειρος ὑπάρχων, τὴν πόλιν Λούγδουνον προσηγόρευσεν· λοῦγον γὰρ τῇ σφῶν διαλέκτῳ τὸν κόρακα καλοῦσι· δοῦνον δὲ τὸν ἐξέχοντα· καθὼς ἱστορεῖ Κλειτοφῶν ἐν ιγ’ Κτίσεων.