Ancient Greek
Dfhg-Source dfhg4_CLITOPHON_RHODIUS
CLITOPHON RHODIUS, Fragmenta 3
Not analysed yet
Κλειτοφῶντος ἐκ τοῦ ε’ Ἰταλικοῦ (l. Γαλατικῶν). Βρέννος ὁ τῶν Γαλατῶν βασιλεὺς, λεηλατῶν τὴν Ἀσίαν,εἰς Ἔφεσον ἦλθε, καὶ στρατοπεδευσάμενος περιέμενε τοῦ πολέμου τὴν προθεσμίαν. Παρθένος δέ τις τῶν ἐπισήμων, τοὔνομα Δημονίκη, εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τοῦ βαρβάρου, προδώσειν αὐτῷ τὴν Ἔφεσον ὑπέσχετο, ἐὰν μισθὸν λάβοι τὰ ψέλλια καὶ τοὺς ὅρμους· ὁ δὲ Βρέννος δεξάμενος αὐτὴν εἰς τόπον ὡρισμένον, ἤγαγε τοὺς ὑποτεταγμένους, καὶ προσέταξεν αὐτοῖς τὸν χρυσὸν ὅσον εἶχον κόσμου χάριν βάλλειν εἰς τὸν τῆς φιλαργύρου κόλπον. Ποιησάντων δὲ αὐτῶν τὸ παραγγελθὲν, ἡ Δημονίκη ὑπὸ τῆς δαψιλείας τοῦ βαλλομένου χρυσίου ζῶσα κατεχώσθη.