Ancient Greek
782.1
Cocondrius, Peri Tropon 782.1
Unproofread scanNot analysed yet
XVIII ΚΟΚΟΝΑΡΙΟΥ ΠΕΡΙ ΤΡΟΠΩΝ. Τρόπος ἐστὶ φράσις ἐκβεβηκυῖα τὴν κοινὴν καὶ πρωτότυπον τοῦ λόγου χρῆσιν ἐπὶ τὸ χρεῖτον, ἢ λέξις ἢ φράσις ἐκ τοῦ συνήθους παρατετραμμένη ὡς ἐπὶ τὸ βέλτιον. Λέγεται δὲ τρόπος ἀπὸ τοῦ τετραφθαι παρὰ τὴν κυρίαν καὶ νενομισμένην τοῦ λόγου χρῆσιν, κατὰ μεταφορὰν τῶν ὁδῶν τῶν μὴ ἔχουσῶν ἐκτροπὰς μηδὲ ἀποκλίσεις· μετατρέποντες γὰρ ἀπὸ τῆς κυρίας καὶ πρωτοτύπου φράσεως ἐγκλίσεις καὶ ἐκτροπὰς μεταφορικῶς κατὰ τὸ ἀόρνευχὸν σχηματίσαντες τρόπους ἐκάλεσαν.