Ancient Greek
782.3 to 783.1
Cocondrius, Peri Tropon 782.3-783.1
Unproofread scanNot analysed yet
Λέγεται δὲ τρόπος κατὰ πρῶτον μὲν σημαίνόμενον τὸ ἑνὸς ἑκάστου ἦθος, καθ’ ὃν τρόπον κακότροπον καὶ κακοήθη λέγομεν. κατὰ δεύτερον δὲ ὁ ἐν μουσικῇ, οἷον Λύδιος, Φρύγιος, Δώριος· κατὰ τρίτον δὲ τὸ ἐν μουσικῇ σχῆμα λόγου ἴδιον ἢ τὸ πρῶτον ἢ τὸ δεύτερον. ΚΟΚΟΝΔΡΙΟΥ ΠΕΡΙ ΤΡΟΠΩΝ Καλεῖται δὲ καὶ ἡ αἰτία τρόπος· κατὰ τοῦτο οὖν τοῦμεν, τίνι τρόπῳ ἐπιγίνεται ὕπνος ἢ ἀναπνοή, ἀντὶ τοῦ τίνι αἰτία· λέγεται δὲ τρόπος καὶ ἡ τροπή· ἐπὶ πολλὰ καὶ ποικίλα τῆς διανοίας, καθ’ ὃ σημαινόμενον τρόποι νῦν εἴρηται.