Ancient Greek
784.5
Cocondrius, Peri Tropon 784.5
Unproofread scanNot analysed yet
δ'. ΚΑΤΑΧΡΗΣΙΣ. Κατάχρησις ἐστι μέρος λόγου ἀπὸ τοῦ πρώτως κατωνομασμένου κυρίως καὶ ἔτυμως ἐπὶ τινος ἀκατονομάστου τασσόμενον κατὰ οἰκειον, ὥσπερ ὅταν ὀφθαλμὸν ἀμπέλου λέγωμεν, καὶ πυξίδα, κἂν μὴ ἐξ ξύλου ὑπάρχῃ· ἀνδριάντα κἂν γυναικὸς εἰκῶν· γαλεάγραν τε καὶ τὴν ἄρκτον καὶ λέοντος· ἀλιεία τε καὶ τὸν κατὰ τὸν ποταμὸν ἰχθύας ἀγρεύοντα· τριήραρχον καὶ τὸν πεντήρους ἢ ἐξήρους νηὸς ἐπιμελητήν· ἀνδροφόνον τε καὶ τὸν γυναικὸς ἢ παιδὸς φονέα.