Ancient Greek
783.4 to 784.3
Cocondrius, Peri Tropon 783.4-784.3
Unproofread scanNot analysed yet
ἄ. ΟΝΟΜΑΤΟΠΟΙΙΑ. Ὁνοματοποιία ἐστὶ λέξις ὑπὸ τοῦ ποιητοῦ παρὰ τὰς τῶν ἤχων ἰδιότητας μιμητικῶς κατεσκευασμένη· γίνεται δὲ ἐπὶ ὀνόματος, ἐπὶ πάθους, ἐπὶ φωνῆς· ἐπὶ μὲν ὀνόματος· ——Σῖς· ὀφθαλμὸς ἑλαίνεω περὶ μόχλῳ· ἐπὶ δὲ πάθους· Σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν. ἐπὶ δὲ φωνῆς· ῥοίζος, βόμβος, κολοσυρτός, ὀρυμαδός. β'. ΠΕΠΟΙΗΜΕΝΟΝ. Πεποιημένον ἐστὶ λέξις ἀπὸ τῶν ἐν βίῳ πεποιημένων ὑπὸ τοῦ ποιητοῦ γεγονυῖα· εἴδη δὲ αὐτῆς εἰσὶ τρία, μετωνομασία, μετασχηματισμός, μετατύπωσις. γ'. ΜΕΤΩΝΟΜΑΣΙΑ. Μετωνομασία μὲν ἐστιν, οἷον ὅταν ὁ Εὐριπίδης τὸ στεφανῶσαι καὶ κισσῶσαι λέγῃ, καὶ Σοφοκλῆς ἀπὸ τοῦ παιδαγωγῶ, γερωνταγωγῶ· μετασχηματισμὸς δέ, ὅταν ἡ Πηνελόπη λέγεται Πηνελόπεια, καὶ ἡ ἑσπέρα ἑσπερος, καὶ ὁ Βριάρης Βριάρεως λέγεται· μετατύπωσις δέ, ὅταν ἡ ἀκρόπολις πόλις ἄκρα λέγεται.