Ancient Greek
787.8 to 788.28
Cocondrius, Peri Tropon 787.8-788.28
Unproofread scanNot analysed yet
"Ὡς38 τότε μαινομένοιο Διονύσιοιο39 τιθήνας Σεὺς κατ' ἡγάγεον Νυσήϊον. ἡ. ΑΝΤΟΝΟΜΑΣΙΑ. Ἀντωνομασία ἐστὶ λέξις ἀντὶ τοῦ κυρίου ὀνόματος παρειλημμένον ἔχουσα ὅτε μὲν τὸ ἐπίθετον, ὅτε δὲ τὸ πατρωνυμικόν, ὅτε δὲ τὰ παρακολουθοῦντα ἴδιως τῷ κυρίῳ· τὸ μὲν οὖν ἀντίθετον· ἐνοσίχθονι41 κυανοχαίτη· ἀντὶ τοῦ τῷ Ποσειδῶνι, καὶ ἐὐσκόπῳ42 Ἀργειφόντῃ, ἀντὶ τοῦ τῷ Ἑρμῇ· ὅτε δὲ τὸ πατρωνυμικόν· Πηλείδης43 μὲν ἐπὶ κλισίας καὶ νῆας εἶσας "Ἥτε, σὺν τε Μενετιάδῃ· ἀντὶ τοῦ, Ἀχιλλεύς καὶ Πάτροκλος παρειληπται· ποτὲ δὲ τὰ παρακολουθοῦντα, ὡς Διὸς44 καὶ Ἀρηὸς υἱός, ἀντὶ τοῦ· ὁ Ἀπόλλων· καὶ Πριάμιοι πόλιν, ἀντὶ τοῦ τὴν Ἴλιον, καὶ παρὰ Εὐφορίωνι· ἡλίους τριακοσίους ἐφόρησα, ἀντὶ τοῦ ἡμέρας. θ'. ΑΛΛΗΓΟΡΙΑ. Ἀλληγορία ἐστὶ φράσις, ἕτερον μὲν δηλοῦσα κυρίως, ἕτεραν δὲ ἔννοιαν παριστῶσα, ὡς παρὰ Ἀλκαίῳ· 45 ΚΟΚΟΝΑΡΙΟΥ Συνήθιμ τῶν ἀνέμων τὴν στάσιν. Τὸ μὲν γὰρ ἔνθεν κύμα κυλινδεῖται, Τὸ δὲ ἔνθεν, ἄμμε δὲ τὸ μέσον Αἰεὶ φορήμενθα· σὺν μέλανι Χειμῶνι μογεῦντες μᾶλα. διὰ γὰρ τούτων ἐξῆς, ἐκ μὲν τοῦ προστυχόντος χειμῶν θαλάσσιος ὑπακοῖεται, κατὰ δὲ τὴν ἀλήθειαν πολιτικῶν πραγμάτων ταραχὴ τις ἐκφαίνεται· ἤδη δὲ καὶ παρ’ Ὁμήρῳ ἀλληγορίαι μόναι· ——εἰ μὴ Λάϊνον ἔσσο 46 χιτῶνα κυκῶν ἔνεχ’, ὅσσα ἔοργας. Καὶ τὸ· Καὶ δὴ φυλόπιδος 47 πέλεται χόρος ἀνθρώποισι. Καὶ τὸ· Καὶ δὴ χθονὶ χαλκὸς ἔχενε· 48 καὶ τὸ ἄμητος δ’ ὀλίγιστος· καὶ τὸ· ——ἐπὴν κλίνησι τύλυντα Ζεὺς, ὅς τ’ ἀνθρώπων ταμὴς πολέμοιο τέτυκται· Εἶδη δὲ τῆς ἀλληγορίας εἰσὶ δύο· εἰρωνεία καὶ τὸ αἴνιγμα. i. ΕΙΡΩΝΕΙΑ. Εἰρωνεία ἐστὶ λόγος διὰ τοῦ ἐναντίου τὸ ἐναντίον μετὰ τινος ἡθικῆς ὑποκρίσεως δηλῶν· ἐστὶ δὲ αὐτοῦ τὸ μὲν ἐφ’ ἡμῶν, τὸ δὲ ἐπὶ τῶν πλησίων· καὶ τὸ μὲν ἐφ’ ἡμῶν ἀστεϊσμὸς καλεῖται καὶ ἀντιμετάθεσις· τὸ δὲ ἐπὶ τῶν πλησίων χλευασμὸς, μυκτηρισμὸς, χαριεντισμὸς, ἐπι- χερόμησις, διασυρμὸς, ἐναντίωσις· ταῦτα γὰρ τῆς εἰρωνείας τὰ εἴδη· ἀστεϊσμὸς μὲν οὖν ἐστὶ λόγος, ἀφ’ ἑαυτοῦ πρὸς ἕτερον ἔχων τὴν διαβολήν, οἷον· Ἀντίνο, 49 ἢ μὲν καλὰ πατὴρ ὡς κήδεαι νίος.