Ancient Greek
788.31
Cocondrius, Peri Tropon 788.31
Unproofread scanNot analysed yet
Ἀντιμετάθεσις δὲ ἐστὶν εἰρωνεία προσποίησιν ἐμφαίνου- ΠΕΡΙ ΤΡΟΠΩΝ. σα· ψόγου μὲν εἰς αὐτόν, ἐπαίνου δὲ εἰς πλησίον· οἷον οὐ γὰρ ἐμαχόμην, οὐδ’ ἐστρατευόμην, ἀλλ’ ἔφευγον. τὸ ἐναντίον δὲ οὕτως ἔδρασε. μυκτηρισμὸς δὲ ἐστὶν χλευασμὸς μετὰ ποίας κινήσεως καὶ συναγωγῆς τῶν μυκτηρῶν· σαρκασμὸς δὲ καὶ χλευασμὸς μέχρι τοῦ σεσηρέναι50 καὶ παρεμμεῖναι τοὺς ὀδόντας· χαριεντισμὸς δὲ μετὰ προσποιήτου φιλοφροσύνης εἰρωνεία ἐπὶ κακῷ καὶ βλάβῃ γινομένη· ἐπικροτόμωσις δὲ ἐστὶν εἰρωνεία ἡδονὴν ἐκφέρουσα τοῦ λέγοντος, ὡς ἔχει·