Ancient Greek · ~5 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 12
Not analysed yet
Ἄκουε δὲ οἷα καὶ περὶ τοῦ Ἰὼβ ὁ αὐτὸς ἱστορεῖ. «Ἀριστέας δέ γησι ἐν τῷ Περὶ Ἰουδαίων τὸν Ἠσαῦ γήμαντα Βασσάραν ἐν Ἐδὼμ, γεννῆσαι Ἰώβ· κατοικεῖν δὲ τοῦτον ἐν τῇ Αὐσίτιδι χώρᾳ, ἐπὶ τοῖς ὅροις τῆς Ἰδουμαίας καὶ Ἀραβίας. Γενέσθαι δ ̓ αὐτὸν δίκαιον καὶ πολύκτηνον· κτήσασθαι γὰρ αὐτὸν πρόβατα μὲν ἑπτακισχίλια, καμήλους δὲ τρισχιλίας, ζεύγη βοῶν πεντακόσια, ὄνους θηλείας νομάδας πεντακοσίας· εἶχε δὲ καὶ γεωργίας ἱκανάς. Τοῦτον δὲ τὸν Ἰὼβ πρότερον Ἰωδὰθ ὀνομάζεσθαι. Πειράζοντα δ ̓ αὐτὸν τὸν Θεὸν ἐμμεῖναι, μεγάλαις δὲ περιβαλεῖν αὐτὸν ἀτυχίαις. Πρῶτον μὲν γὰρ αὐτοῦ τούς τε ὄνους καὶ βοῦς ὑπὸ λῃστῶν ἀπελαθῆναι, εἶτα τὰ πρόβατα ὑπὸ πυρὸς ἐκ τοῦ οὐρανοῦ πεσόντος κατακαῆναι σὺν τοῖς ποιμέσι· μετ ̓ οὐ πολὺ δὲ καὶ τὰς καμήλους ὑπὸ λῃστῶν ἀπελαθῆναι· εἶτα τὰ τέκνα αὐτοῦ ἀποθανεῖν, πεσούσης τῆς οἰκίας· αὐτθημερὸν δὲ αὐτοῦ καὶ τὸ σῶμα ἑλκῶσαι. Φαύλως δὲ αὐτοῦ διακειμένου, ἐλθεῖν εἰς ἐπίσκηψιν Ἐλίφαν τὸν Θαιμανιτῶν βασιλέα, καὶ Βαλδὰδ τῶν Σαυχαίων τύραννον, καὶ Σωφὰρ τὸν Μινναίων βασιλέα, ἐλθεῖν δὲ καὶ Ἐλιοῦν τὸν Βαραχιὴλ τὸν Ζωβίτην. Παρακαλούμενον δὲ φάναι καὶ χωρὶς παρακλήσεως ἐμμενεῖν αὑτὸν ἔν τε τῇ εὐσεβείᾳ καὶ τοῖς δεινοῖς. Τὸν δὲ Θεὸν ἀγασθέντα τὴν εὐψυχίαν αὐτοῦ, τῆς τε νόσου αὐτὸν ἀπολῦσαι, καὶ πολλῶν κύριον ὑπάρξεων ποιῆσαι.» Τοσαῦτα καὶ περὶ τούτων ὁ Πολυίστωρ.