Ancient Greek · ~1 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 11
Not analysed yet
Μαρτυρεῖ δὲ ταῖς ἱεραῖς βίβλοις καὶ Φίλων ἐν τῇ ιδ ̓ τῶν Περὶ Ἱεροσόλυμα, λέγων οὕτως· Τοῖσιν ἕδος μακαριστὸν ὄλης μέγας ἔκτισεν ἄκτωρ ὕψιστος, καὶ πρόσθεν ἀπ ̓ Ἀβρααμοῖο καὶ Ἰσὰκ, Ἰακὼβ εὐτέκνοιο τόκος Ἰωσὴφ, ὅς ὀνείρων θεσπιστὴς, σκηπτοῦχος ἐν Αἰγύπτοιο θρόνοισι, δινεύσας λαθραῖα χρόνου πλυημμύριδι μοίρης, καὶ τὰ ἑξῆς.» Ταῦτα δὲ καὶ περὶ τοῦ Ἰωσήφ.