Ancient Greek · ~3 min
136 to 139
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 136-139
Not analysed yet
Ἄραξαι ἢ Ἀραξοὶ, ἔθνος Ἰλλυρίας, ὡς Ἀλ. Κορνήλιος ἐν τῷ Περὶ τῶν παρ ̓ Ἀλκμᾶνι τοπικῶς εἰρημένων. Ἄσσος . . . ἀλέξανδρος δ ̓ ὁ Κορνήλιος ἐν τῷ Περὶ τῶν παρ ̓ Ἀλκμᾶνι τοπικῶς ἱστορημένων, Μυτιληναίων ἄποικον ἐν τῇ Μυσίᾳ φησὶν Ἄσσον, ὅπου ὁ σαρκοφάγος γίγνεται λίθος. Ἀλέξανδρος δὲ ἐν τῷ Περὶ Πυθαγορικῶν συμβόλων Ναζαράτῳ τῷ Ἀσσυρίῳ μαθητεῦσαι ἱστορεῖ τὸν Πυθαγόραν (Ἰεζεκιὴλ τοῦτον ἡγοῦνταί τινες, οὐκ ἔστι δὲ, ἔπειτα δηλωθήσεται), ἀκηκοέναι τε πρὸς τούτοις Γαλατῶν καὶ Βραχμάνων τὸν Πυθαγόραν βούλεται. —Ἱστορεῖ γοῦν Ἀλέξανδρος ὁ ἐπίκλην Πολυΐστωρ ἐν τῷ περὶ Πυθαγορικῶν συμβόλων Ἀσσυρίῳ τὸ γένος ὄντι τῷ Ζάρᾳ φοιτῆσαι τὸν Πυθαγόραν. Φερεκύδης, Βάβυος, Σύριος, καθά φησιν Ἀλέξανδρος ἐν Διαδοχαῖς, Πιττακοῦ διακήκοε.