Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 135a
Not analysed yet
Ἀλέξανδρος ἐν τῷ Περίπλῳ τῆς Ἐρυθρᾶς θαλάττης λέγει οὕτως· ὄφεις ἑωρακέναι τετταράκοντα πηχῶν μῆκος, πλάτος δὲ καὶ πάχος κατὰ τὸ μῆκος δηλονότι· καὶ γένος καρκίνων, οἷς τὸ μὲν ὄστρακον τὴν περιφέρειαν εἶχε πανταχόθεν πόδα, καὶ χηλαὶ δὲ ἠρτημέναι μέγισται προείχοντο· ἐπιβουλεύεσθαι δὲ ὑπ ̓ οὐδενὸς αὐτούς· τὸ δὲ αἴτιον, ἱεροὶ λέγονται Ποσειδῶνος, καὶ ἀφιέρωνται τῷ θεῷ, οἷον ἀναθήματα εἶναι ἐκείνου ἀσινῆ τε καὶ ἀνεπιβούλευτα, οἱ καρκίνοι.