Ancient Greek · ~36 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 18.1
Not analysed yet
Εὐπόλεμος δέ φησιν ἔν τινι περὶ τῆς Ἠλίου προφητείας, Μωσῆν προφητεῦσαι ἔτη μ’· εἶτα Ἰησοῦν τὸν τοῦ Ναυῆ υἱὸν ἔτη λ’, βιῶσαι δ ̓ αὐτὸν ἔτη ρι’, πῆξαί τε τὴν ἱερὰν σκηνὴν ἐν Σηλοῖ. Μετὰ δὲ ταῦτα προφήτην γενέσθαι Σαμουήλ. Εἶτα δὲ τοῦ Θεοῦ βουλήσει ὑπὸ Σαμουὴλ Σαοῦλον βασιλέα αἱρεθῆναι, ἄρξαντα δὲ ἔτη κα ̓ τελευτῆσαι. Εἶτα Δαβὶδ τὸν τούτου υἱὸν δυναστεῦσαι, ὃν καταστέψασθαι Σύρους τοὺς παρὰ τὸν Εὐφράτην οἰκοῦντας ποταμὸν, καὶ τὴν Κομμαγηνὴν, καὶ τοὺς ἐν Γαλαδηνῇ Ἀσσυρίους καὶ Φοίνικας. Στρατεῦσαι δ ̓ αὐτὸν καὶ ἐπὶ Ἰδουμαίους καὶ Ἀμμανίτας καὶ Μωαβίτας καὶ Ἰτουραίους καὶ Ναβαταίους καὶ Ναβδαίους, αὖθις δὲ ἐπιστρατεῦσαι ἐπὶ Σούρωνα βασιλέα Τύρου καὶ Φοινίκης, οὓς καὶ ἀναγκάσαι φόρους Ἰουδαίοις ὑποτελεῖν· πρός τε Οὐαφρῆν τὸν Αἰγυπτίων βασιλέα φιλίαν συνθέσθαι. Βουλόμενόν τε Δαβὶδ οἰκοδομῆσαι ἱερὸν τῷ θεῷ, ἀξιοῦν τὸν Θεὸν τόπον ἀυτῷ δεῖξαι τοῦ θυσιαστηρίου· ἔνθα δὴ ἄγγελον αὐτῷ ὀφθῆναι ἑστῶτα ἐπάνω τοῦ τόπου, οὗ τὸν βωμὸν ἱδρῦσθαι ἐν Ἰεροσολύμοις, καὶ κελεύειν αὐτὸν μὴ ἱδρῦσθαι τὸ ἱερὸν διὰ τὸ αἵματι ἀνθρωπίνῳ πεφῦρθαι καὶ πολλὰ ἔτη πεπολεμηκέναι. Εἶναι δ ̓ αὐτῷ ὄνομα Διαναδάν· προστάξαι δὲ αὐτῷ τοῦτον, ὅπως τῷ υἱῷ ἐπιτρέψῃ τὴν οἰκοδομίαν· αὐτὸν δὲ εὐτρεπίζειν τὰ πρὸς τὴν κατασκευὴν ἀνήκοντα, ἀργύριον, χαλκὸν, λίθους, ξύλα κυπαρίσσινα καὶ κέδρινα. Ἀκούσαντα δὲ τὸν Δαβὶδ πλοῖα ναυπηγήσασθαι ἐν Ἀϊλάνοις πόλει τῆς Ἀραβίας, καὶ πέμψαι μεταλλευτὰς εἰς τὴν Οὐρφῆ νῆσον, κειμένην ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, μέταλλα χρυσικὰ ἔχουσαν· καὶ τὸ χρυσίον ἐκεῖθεν μετακομίσαι τοὺς μεταλλευτὰς εἰς τὴν Ἰουδαίαν. Βασιλεύσαντα δὲ τὸν Δαβὶδ ἔτη μ’ Σαλομῶνι τῷ υἱῷ τὴν ἀρχὴν παραδοῦναι, ὄντι ἐτῶν ιβ ̓, ἐνώπιον Ἠλεὶ τοῦ ἀρχιερέως καὶ τῶν ιβ’ φυλάρχων, καὶ παραδοῦναι αὐτῷ τόν τε χρυσὸν καὶ ἄργυρον καὶ χαλκαὸν καὶ λίθον καὶ ξύλα κυπαρίσσινα καὶ κέδρινα. Καὶ αὐτὸν μὲν τελευτῆσαι, Σαλομῶνα δὲ βασιλεύειν, καὶ γράψαι πρὸς Οὐαφρῆν τὸν Αἰγύπτου βασιλέα τὴν ὑπογεγραμμένην ἐπιστολήν. Cap. 31: Βασιλεὺς Σαλομῶν Οὐαφρῇ βασιλεῖ Αἰγύπτου φίλῳ πατρικῷ χαίρειν. Γίνωσκέ με παρειληφότα τὴν βασιλείαν παρὰ Δαβὶὁ τοῦ πατρὸς διὰ τοῦ Θεοῦ τοῦ μεγίστου, καὶ ἐπιτεταχότος μοι οἰκοδομῆσαι ἱερὸν τῷ Θεῷ, ὃς τὸν οὐρανον καὶ τὴν γῆν ἔκτισεν· ἅμα δέ σοι γράψαι, ἀποστεῖλαί μοι τῶν παρά σου λαῶν, οἳ παραστήσονταί μοι μέχρι τοῦ ἐπιτελέσαι πάντα κατὰ τὴν χρείαν, καθότι ἐπιτέτακται. Cap. 32: βασιλεὺς Οὐαφρῆς Σαλομῶνι βασιλεῖ μεγάλῳ καίρειν. Ἅμα τῷ ἀναγνῶναι τὴν παρά σου ἐπιστολὴν σφόδρα ἐχάρην, καὶ λαμπρὰν ἡμέραν ἤγαγον ἐγώ τε καὶ ἡ δύναμίς μου πᾶσα ἐπὶ τῷ παρειληφέναι σε τὴν βασιλείαν παρὰ χρηστοῦ ἀνδρὸς καὶ δεδοκιμασμένου ὑπὸ τηλικούτου θεοῦ. Περὶ δὲ ὧν γράφεις μοι περὶ τῶν κατὰ τοὺς λαοὺς τοὺς παρ ̓ ἡμῖν, ἀπέσταλκά σοι μυριάδας ὀκτὼ, ὧν καὶ τὰ πλήθη, ἐξ ὧν εἰσὶ, διασεσάφηκά σοι. Ἐκ μὲν τοῦ Σεβριθίτου νομοῦ, μυρίους· ἐκ δὲ τοῦ Μενδησίου καὶ Σεβεννύτου, δισμυρίους· [ἐκ δὲ τοῦ] Βουσιρίτου, Λεοντοπολίτου καὶ Βαθριθίτου (Ἀθριβίτου Holsten. Ad St. B. p. 12), ἀνὰ μυρίους. Φρόντισον δὲ καὶ τὰ δέοντα αὐτοῖς καὶ τὰ ἄλλα, ὅπως εὐτακτῇ, καὶ ἵνα ἀποκατσταθῶσιν εἰς τὴν ἰδίαν, ὡς ἂν ἀπὸ τῆς χρείας γενομένης (sic). Eadem tangit Chronic. Alexandrin. p. 214. Cap. 33: Βασιλεὺς Σαλομῶν Σούρωνι τῷ βασιλεῖ Τύρουκαὶ Σιδῶνος καὶ Φοινίκης, φίλῳ πατρικῷ, χαίρειν. Γίνωσκέ με παρειληφότα τὴν βασιλείαν παρὰ Δαβὶδ τοῦ πατρὸς διὰ τοῦ Θεοῦ τοῦ μεγίστου, ἐπιτεταχότος μοι οἰκοδομῆσαι ἱερὸν τῷ Θεῷ, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν· ἅμα δὲ καὶ σοι γράψαι, ἀποστεῖλαί μοι τῶν παρά σου λαῶν, οἵ συμπαραστήσονται ἡμῖν μέχρι τοῦ ἐπιτελέσαι τὴν τοῦ Θεοῦ χρείαν, καθότι μοι ἐπιτέτακται. Γέγραφα δἐ καὶ εἰς τὴν Γαλιλαίαν καὶ Σαμαρεῖτιν καὶ Μωαβῖτιν καὶ Ἀμμανῖτιν καὶ Γαλαδῖτιν χορηγεῖσθαι αὐτοῖς τὰ δέοντα ἐκ τῆς χώρας κατὰ μῆνα, κόρους σίτου μυρίους· ὁ δὲ κόρος ἐστὶν ἀρταβῶν ἕξ· καὶ οἴνου κόρους μυρίους· ὁ δὲ κόρος τοῦ οἴνου ἐστὶ μέτρα δέκα. Τὸ δὲ ἔλαιον καὶ τὰ ἄλλα χορηγηθήσεται αὐτοῖς ἐκ τῆς Ἰουδαίας, ἱερεῖα δὲ εἰς κρεοφαγίαν ἐκ τῆς Ἀραβίας. Cap. 34: Σούρων Σαλομῶνι βασιλεῖ μεγάλῳ χαίρειν. Εὐλογητὸς ὁ Θεὸς, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν, ὃς εἵλετο ἄνθρωπον χρηστὸν ἐκ χρηστοῦ ἀνδρός. Ἅμα τῷ ἀναγνῶναι τὴν παρά σου ἐπιστολὴν σφόδρα ἐχάρην, καὶ εὐλόγησα τὸν Θεὸν ἐπὶ τῷ παρειληφέναι σε τὴν βασιλείαν. Περὶ δὲ ὧν γράφεις μοι περὶ τῶν κατὰ τοὺς λαοὺς τοὺς παρ ̓ ἡμῖν, ἀπέσταλκά σοι Τυρίων καὶ Φοινίκων ὀκτακισμυρίους, καὶ ἀρχιτέκτονά σοι ἀπέσταλκα ἄνθρωπον Τύριον, ἐκ μητρὸς Ἰουδαίας ἐκ τῆς φυλῆς τῆς Δαβίδ. Ὑπὲρ ὧν ἂν αὐτὸν ἐρωτήσης τῶν ὑπὸ τὸν οὐρανὸν πάντων [τῶν κατὰ] ἀρχιτεκτονίαν, ὑφηγήσεταί σοι καὶ ποιήσει. Περὶ δὲ τῶν δεόντων καὶ ἀποστελλομένων σοι παίδων καλῶς ποιήσεις ἐπιστείλας τοῖς κατὰ τόπον ἐπάρχοις, ὅπως χορηγῆται τὰ δέοντα. (Harum epistolarum ex Alexandro Polyhistore obiter meminit etiam Clem. Alex. p. 143, 45 Sylb.) Διελθὼν δὲ Σαλομῶν, ἔχων τοὺς πατρικοὺς φίλους, ἐπὶ τὸ ὄρος τοῦ Λιβάνου, μετὰ τῶν Σιδωνίων καὶ Τυρίων, μετήνεγκς τὰ ξύλα τὰ προκεκομμένα ὑπὸ τοῦ πατρὸς αὐτοῦ διὰ τῆς θαλάττης εἰς Ἰόππην, ἐκεῖθεν δὲ πεζῇ εἰς Ἱεροσόλυμα. Καὶ ἄρξασθαι οἰκοδομεῖν τὸ ἱερὸν τοῦ Θεοῦ, ὄντα ἐτῶν ιγ’· ἐργάζεσθαι δὲ τὰ ἔθνη τὰ προειρημένα καὶ φυλὰς ιβ’ τῶν Ἰουδαίων, καὶ παρέχειν ταῖς ἑκκαίδεκα μυριάσι τὰ δέοντα πάντα κατὰ μῆνα φυλὴν μίαν, θεμελιῶσαί τε τὸν ναὸν τοῦ Θεοῦ, μῆκος πηχῶν ξ’, πλάτος πηχῶν ξ’, τὸ δὲ πλάτος τῆς οἰκοδομῆς καὶ τῶν θεμελίων, πηχῶν ί· οὕτω γὰρ αὐτῷ προστάξαι Νάθαν τὸν προφήτην τοῦ Θεοῦ. Οἰκοδομεῖν δὲ ἐναλλὰξ δόμον λίθινον καὶ ἔνδεσμον κυπαρίσσινον, πελεκίνοις χαλκοῖς ταλαντιαίοις καταλαμβάνοντας τοὺς β’ δόμους. Οὕτω δ ̓ αὐτὸν οἰκοδομήσαντα ξυλῶσαι ἔξωθεν κεδρίνοις ξύλοις καὶ κυπαρισσίνοις, ὥστε τὴν λιθίνην οἰκοδομὴν μὴ φαίνεσθαι· χρυσῶσαί τε τὸν ναὸν ἔσωθεν χωννύντα πλινθία χρυσᾶ πενταπήχη, καὶ προστιθέναι προσηλοῦντα ἥλοις ἀργυροῖς, ταλαντιαίοις τὴν ὁλκὴν, μαστοειδέσι τὸν ῥυθμὸν, τέτταρσι δὲ τὸν ἀριθμόν. Οὕτω δ ̓ αὐτὸν χρυσῶσαι ἀπὸ ἐδάφους ἕως τῆς ὀροφῆς, τό τε ὀρόφωμα ποιῆσαι ἐκ φατνωμάτων χρυσῶν, τὸ δὲ δῶμα ποιῆσαι χαλκοῦν ἀπὸ κεραμίδων χαλκῶν, χαλκὸν χωνεύσαντα, καὶ τοῦτον καταχέαντα. Ποιῆσαι δὲ δύο στύλους χαλκοῦς, καὶ καταχρυσῶσαι αὐτοὺς χρυσίῳ ἀδόλῳ, δακτύλῳ τὸ πάχος. Εἶναι δὲ τοὺς στύλους τῷ ναῷ ἰσομεγέθεις, τὸ δὲ πλάτος, κύκλῳ ἕκαστον κίονα πηχῶν δέκα· στῆναι δὲ αὐτοὺς τοῦ οἴκου ὃν μὲν ἐκ δεξιῶν, ὂν δὲ ἐξ εὐωνύμων. Ποιῆσαι δὲ καὶ λυχνίας χρυσᾶς, δέκα τάλαντα ἑκάστην ὁλκὴν ἀγούσας, ὑπόδειγμα λαβόντα τὴν ὑπὸ Μωσέως ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου τεθεῖσαν. Στῆσαι δ ̓ ἐξ ἑκατέρου μέρους τοῦ σηκοῦ τὰς μὲν ἐκ δεξιῶν, τὰς δὲ ἐξ εὐωνύμων. Ποιῆσαι δ ̓ αὐτὸν καὶ λύχνους χρυσοῦς ο’, ὥστε καίεσθαι ἐξ ̓ ἑκάστης λυχνίας ἑπτά. Οἰκοδομῆσαι δὲ τὰς πύλας τοῦ ἱεροῦ, καὶ κατακοσμῆσαι χρυσίῳ καὶ ἀργυρίῳ· καὶ καταστεγάσαι φατνώμασι κεδρίνοις καὶ κυπαρισσί. νοις. Ποιῆσαι δὲ καὶ κατὰ τὸ πρὸς βορρᾶν μέρος τοῦ ἱεροῦ στοὰν, και στύλους αὐτῇ ὑποστῆσαι χαλκοὺς μη’. Κατασκευάσαι δὲ καὶ λουτῆρα χαλκοῦν, μῆκος πηχῶν κ’, καὶ πλάτος πηχῶν κ’, τὸ δὲ ὕψος πηχῶν ε’. Ποιῆσαι δὲ ἐπ ̓ ἀυτῷ στεφάνην πρὸς τὴν βάσιν ἔξω ὑπερέχουσαν πῆχυν ἕνα πρὸς τὸ τοὺς ἱερεῖς τούς τε πόδας προκλύζεσθαι καὶ τὰς χεῖρας νίπτεσθαι ἐπιβαίνοντας· ποιῆσαι δὲ καὶ τὰς βάσεις τοῦ λουτῆρος τορευτὰς, χωνευτὰς δώδεκα, καὶ τῷ ὕψει ἀνδρομήκεις, καὶ στῆσαι ἐξ ὑστέρου μέρους ὑπὸ τὸν λουτῆρα, ἐκ δεξιῶν τοῦ θυσιαστηρίου. Ποιῆσαι δὲ καὶ βάσιν χαλκῆν τῷ ὕψει πηχῶν δυοῖν, κατὰ τὸν λουτῆρα, ἴν ̓ ἐφεστήκῃ ἐπ ̓ αὐτῆς ὁ βασιλεὺς, ὅταν προσεύχηται, ὅπως ὀπτάνηται τῷ λαῷ τῶν Ἰουδαίων. Οἰκοδομῆσαι δὲ καὶ τὸ θυσιαστήριον πηχῶν κε ̓ ἐπὶ πήχεις κ ̓, τὸ δὲ ὕψος πηχῶν ιβ’. Ποιῆσαι δὲ καὶ δακτυλίους δύο χαλκοῦς ἁλυσιδωτοὺς, καὶ στῆσαι αὐτοὺς ἐπὶ μηχανημάτων ὑπερεχόντων τῷ ὕψει τὸν ναὸν πήχεις κ ̓, καὶ σκιάζειν ἐπάνω παντὸς τοῦ ἱεροῦ· καὶ προσκρεμάσαι ἑκάστῃ δικτύϊ κώδωνας χαλποῦς ταλαντιαίους τετρακοσίους· καὶ ποιῆσαι ὅλας τὰς δικτύας πρὸς τὸ ψοφεῖν τοὺς κώδωνας, καὶ ἀποσοβεῖν τὰ ὄρνεα, ὅπως μὴ καθίζῃ ἐπὶ τοῦ ἱεροῦ, μήτε νοσσεύῃ ἐπὶ τοῖ τοῖς φατνώμασι τῶν πυλῶν καὶ στοῶν, καὶ μολύνῃ τοῖς ἀποπατήμασι τὸ ἱερόν. Περιβαλεῖν δὲ καὶ τὰ Ἱεροσόλυμα τὴν πόλιν τείχεσι καὶ πύργοις καὶ τάφροις· οἰκοδομῆσαι δὲ καὶ βασίλεια ἑαυτῷ. Προσαγορευθῆναι δὲ τὸ ἀνάκτορον πρῶτον μὲν Ἱερὸν Σαλομῶνος, ὕστερον δὲ παρεφθαρμένως τὴν πόλιν ἀπὸ τοῦ ἱεροῦ Ἱερουσαλὴμ ὀνομασθῆναι, ὑπὸ δὲ τῶν Ἑλλήνων φερωνύμως Ἱεροσόλυμα λέγεσθαι. Συντελέσαντα δὲ τὸ ἱερὸν καὶ τὴν πόλιν τειχίσαντα ἐλθεῖν εἰς Σηλὼμ, καὶ θυσίαν τῷ Θεῷ εἰς ὁλοκάρπωσιν προσαγαγεῖν βοῦς χιλίους. Λαβόντα δὲ τὴν σκηνὴν καὶ τὸ θυσιαστήριον καὶ τὰ σκεύη, ἃ ἐποίησε Μωσῆς, εἰς Ἱεροσόλυμα ἐνεγκεῖν, καὶ ἐν τῷ οἴκῳ θεῖναι. Καὶ τὴν κιβωτὸν δὲ καὶ τὸν βωμὸν τὸν χρυσοῦν καὶ τὴν λυχνίαν καὶ τὴν τράπεζαν καὶ τὰ ἄλλα σκεύη ἐκεῖ κατατίθεσθαι, καθὼς προστάξαι αὐτῷ τὸν προφήτην. Προσαγαγεῖν δὲ τῷ θεῷ θυσίαν μυρίαν, πρόβατα δισχίλια, μόσχους τρισχιλίους πεντακοσίους. Τὸ δὲ σύμπαν χρυσίον, τὸ εἰς τοὺς δύο στύλους καὶ τὸν ναὸν καταχρησθὲν, εἶναι τάλαντα μυριάδων [μυρία καὶ̣] υξ’· εἰς δὲ τοὺς ἥλους καὶ τὴν ἄλλην κατασκευὴν, ἀργυρίου τάλαντα χίλια διακόσια τριακονταδύο· χαλκοῦ δὲ εἰς τοὺς κίονας καὶ τὸν λουτῆρα καὶ τὴν στοὰν, τάλαντα μυρία ὀκτακισχίλια πεντήκοντα. Ἀποπέμψαι δὲ τὸν Σαλομῶνα καὶ τοὺς Αἰγυπτίους καὶ τοὺς Φοίνικας, ἑκάστους εἰς τὴν ἑαυτῶν, ἑκάστῳ χρυσοῦ σίκλους δόντα δέκα· τὸ δὲ τάλαντον εἶναι σίκλον. Καὶ τῷ μὲν Αἰγύπτου βασιλεῖ Οὐαφρῇ ἐλαίου μετρητὰς μυρίους, φοινικοβαλάνων ἀρτάβας χιλίας, μέλιτος δὲ ἀγγεῖα ἑκατὸν, καὶ ἀρώματα πέμψαι. Τῷ δὲ Σούρωνι εἰς Τύρον τῷ ἱερῷ τοῦ Διός.