Ancient Greek · ~1 min
19 to 20
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 19-20
Not analysed yet
Θεόφιλος δέ φησι τὸν περισσεύσαντα χρυσὸν τὸν Σαλομῶνα τῷ Τυρίων βασιλεῖ πέμψαι· τὸν δὲ εἰκόνα τῆς θυγατρὸς ζῷον ὁλοσώματον κατασκευάσαι, καὶ ἔλυτρον τῷ ἀνδριάντι τὸν χρυσοῦν κίονα περιθεῖναι. Ποιῆσαι δέ φησιν ὁ Εὐπόλεμος τὸν Σαλομῶνα καὶ ἀσπίδας χρυσᾶς χιλίας, ὧν ἑκάστην πεντακοσίων εἶναι χρυσῶν. Βιῶσαι δὲ αὐτὸν ἔτη πεντήκοντα δύο, ὗν ἐν εἰρήνῃ βασιλεῦσαι ἔτη μ’.