Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 24a
Not analysed yet
Ἀπὸ Ὠγύγου, ἐφ ̓ οὗ γέγονεν ὁ μέγας καὶ πρῶτος ἐν τῇ Ἀττικῇ κατακλυσμὸς, Φορωνέως Ἀργείων βασιλεύοντος, ὡς Ἀκουσίλαος ἱστορεῖ, μέχρι πρώτης Ὀλυμπιάδος ἔτη συνάγεται χίλια εἴκοσιν. Ταῦτα γὰρ οἱ τὰ Ἀθηνίων ἱστοροῦντες Ἑλλάνικός τε καὶ Φιλόχορος οἱ τὰς Ἀτθίδας, οἵ τε τὰ Σύρια Κάστωρ καὶ Θάλλος καὶ Διόδωρος, Ἀλέξανδρός τε Ὁ Πολυΐστωρ, καὶ τινες τῶν καθ ̓ ἡμᾶς ἀκριβέστερον ἐμνήσθησαν καὶ τῶν Ἀττικῶν ἁπάντων.