Ancient Greek · ~4 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 24
Not analysed yet
Ἐπὶ τούτοις καὶ τῆς Ἱερεμίου προφητείας τοῦ Πολυΐστορος μνήμην πεποιημένου, ἡμᾶς ἀποσιωπησαι ταύτην πάντως ἂν εἴη παραλογώτατον. Κείσθω τοίνυν καὶ αὕτη. «Εἶτα Ἰωναχείμ· ἐπὶ τούτου προφητεῦσαι Ἱερεμίαν τὸν προφήτην. Τοῦτον ὑπὸ τοῦ Θεοῦ ἀποσταλέντα καταλαβεῖν τοὺς Ἰουδαίους θυσιάζοντας εἰδώλῳ χρυσῷ, ᾧ εἶναι ὄνομα Βαάλ. Τοῦτον δὲ αὐτοῖς τὴν μέλλουσαν ἀτυχίαν δηλῶσαι. Τὸν δὲ Ἰωναχεὶμ ζῶντα αὐτὸν ἐπιβαλέσθαι κατακαῦσαι· τὸν δὲ φάναι τοῖς ξύλοις τούτοις Βαβυλωνίοις ὀψοποιήσειν, καὶ σκάψειν τὰς τοῦ Τίγριδος καὶ Εὐφράτου διώρυχας αἰχμαλωτισθέντας. Τῶν δὲ Βαβυλωνίων βασιλέα ἀκούσαντα Ναβουχοδονόσορ (scr. Ναβ. ἀκ.) τὰ ὑπὸ τοῦ Ἱερεμίου προμαντευθέντα, παρακαλέσαι Ἀστιβάρην τὸν Μήδων βασιλέα συστρατεύειν αὐτῷ. Παραλαβόντα δὲ Βαβυλωνίους καὶ Μήδους, καὶ συναγαγόντα πεζῶν μὲν ὀκτωκαιδέκα, ἱππέων δὲ μυριάδας δώδεκα, καὶ [πεζῶν] ἅρματα μυρία, πρῶτον μὲν τὴν Σαμαρεῖτιν καταστρέψασθαι, καὶ Γαλιλαίαν καὶ Σκυθόπολιν καὶ τοὺς ἐν τῇ Γαλαδίτιδι οἰκοῦντας Ἰουδαίους· αὖθις δὲ τὰ Ἱεροσόλυμα παραλαβεῖν, καὶ τὸν Ἰουδαίων βασιλέα Ἰωναχεὶμ ζωγρῆσαι· τὸν δὲ χρυσὸν τὸν ἐν τῷ ἱερῷ καὶ ἄργυρον καὶ χαλκὸν ἐκλέξαντας εἰς Βαβυλῶνα ἀποστεῖλαι, χωρὶς τῆς κιβωτοῦ καὶ τῶν ἐν αὐτῇ πλακῶν. Ταύτην δὲ τὸν Ἱερεμίαν κατασχεῖν.»