Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 32
Not analysed yet
Ἀλέξανδρος δὲ ἐν πρώτῳ Κρητικῶν τῇ Ἀκακαλλίδι συνελθεῖν φησὶ τὸν Ἑρμῆν καὶ τὸν Ἀπόλλωνα· καὶ ἐκ μὲν Ἀπόλλωνος γενέσθαι Νάξον, ἐκ δὲ Ἑρμοῦ Κύδωνα, ἀφ ̓ οὗ ἡ πόλις Κυδωνία καλεῖται ἐν Κρήτῃ. Τὸν δὲ Ἀκακαλλίδος υἱὸν Ἀμφίθεμιν καὶ Γαράμαντα κληθῆναί φησιν. Ἄδηλον δἐ, πότερον ἀπὸ τοῦ Γαράμαντος τούτου οἱ ἐν τῇ Λιβύῃ Γαράμαντες ὠνομάσθησαν, ἢ οὗτος ἀπὸ τοῦ ἔθνους.