Ancient Greek · ~5 min
33 to 41
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 33-41
Not analysed yet
Ἄβιοι, ἔθνος Σκυθικόν. ,Ἀλέξανδρος δὲ ἐν τῷ Περὶ Εὐξείνου Πόντου φησὶν, ὡς Διόφαν. Τος ἶπεν, οὕτω λέγεσθαι αὐτοὺς διὰ τὸ τὸν Ἀβιανὸν ποταμὸν κατοικεῖν. Ἰάμοι, Σκυθίας ἔθνος, ὡς Ἀλέξανδρος ἐν τῷ Περὶ Εὐξείνου Πόντου μυθολογεῖ. Ὑλέα, χώρα Ποντικὴ, Ἀβικὴ λεγομένη, τουτέστιν Ὑλαία. Ἀλ. Ἐν τῷ Περὶ Πόντου. Τύ ρας, πόλις καὶ ποταμὸς ἐν τῷ Εὐξείνῳ Πόντῳ. Ὁ δὲ Πολυΐστωρ τὸν ποταμὸν καὶ τὴν πόλιν Τύραν, τοὺς δὲ πολίτας Τυράνους (φησί). Ὕπανις, ποταμὸς καὶ πόλις μεταξὺ τοῦ Πόντου καὶ τῆς Μαιώτιδος λίμνης. Ἀλέξανδρος δὲ ὁ Πολυΐστωρ φησὶν, ὅτι Ὁ Ὕπανις διχῇ σχιζόμενος τὸ μὲν ἓν μέρος εἰς τὴν Μαιῶτιν λίμνην βάλλει, τὸ δὲ ἕτερον εἰς τὸν Πόντον. Τάναϊς, πόλις ὁμώνυμος τῷ ποταμῷ. Στράβων ἑβδόμῃ (p. 310), ὡς Ἀλέξανδρος ὁ Πολυΐστωρ «Κατὰ δὲ τὰς εἰς τὴν λίμνην τὴν Μαιῶτιν ἐκβολὰς τοῦ Τανάϊδος πόλις Ἑλληνικὴ ἔκτισται Ταναΐς, ἥτις καὶ Ἐμπό ριον ὀνομάζεται.» Ἅγιον, τόπος Σκυθίας, ἐν ᾧ Ἀσκληπιὸς ἐτιμᾶτο, ὡς Πολυΐστωρ. Κύβελον, ὄρος ἐν Φρυγίᾳ, ἔνθα τῆς μητρὸς τῆς Κυβέλης ἱερὸν ἅγιόν ἐστιν. Ἀλέξανδρος δὲ ὁ Πολυΐστωρ ἐν τῷ Περὶ Βιθυνίας· «Ἔοικεν οὖν Κυβέλη ἀπὸ τοῦ ὄρους κληθῆναι.» Καλλίπολις, πολίχνιον Λαμψάκου, ἐν τῇ περα ίᾳ τῆς Χερρονήσου ἐπ ̓ ἀκτῆς κειμένη, ὡς Ἀλέξανδρος ἐν τῷ Περὶ Βιθυνίας. Λίβυσσα, φρούριον Βιθυνίας ἐπιθαλάσσιον, ὡς Πολυΐστωρ Ἀλέξανδρος.