Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 4
Not analysed yet
Ἀρτάπανος δέ φησιν ἐν τοῖς Ἰουδαῖκοῖς τοὺς μὲν Ἰουδαίους ὀνομάζεσθαι Ἐρμιοὺθ ̓, ὃ εἶναι μεθερμηνευθὲν κατὰ τὴν Ἑλλάδα φωνὴν, Ἰουδαῖοι· καλεῖσθαι δὲ αὐτοὺς Ἑβραίους ἀπὸ Ἀβραάμου. Τοῦτον δέ φησι πανοικίᾳ ἐλθεῖν εἰς Αἴγυπτον πρὸς τὸν τῶν Αἰγυπστίων βασιλέα Φαρεθώνην, καὶ τὴν ἀστρολογίαν αὐτὸν διδάξαι· μείναντα δὲ ἔτη ἐκεῖ εἴκοσι πάλιν εἰς τοὺς κατὰ Συρίαν ἀπαλλαγῆναι τόπους· τῶν δὲ τούτῳ συνελθόντων πολλοὺς ἐν Αἰγύπτῳ καταμεῖναι διὰ τὴν εὐδαιμονίαν τῆς χώρας. Ἐν δὲ ἀδεσπότοις εὕρομεν τὸν Ἀβραὰμ ἀναφέροντα εἰς τοὺς Γίγαντας, τούτους δὲ οἰκοῦντας ἐν τῇ Βαβυλωνίᾳ, διὰ τὴν ἀσέβειαν ὑπὸ τῶν θεῶν ἀναιρεθῆναι, ὧν ἕνα Βῆλον ἐκφεύγοντα τὸν θάνατον ἐν Βαβυλῶνι κτοικῆσαι, πύργον τε κατασκευάσαντα ἐν αὐτῷ διαιτᾶσθαι, ὃν δὴ ἀπὸ τοῦ κτσκευάσαντος Βήλου Βῆλον ὀνομασθῆναι, Τὸν δὲ Ἄβραμον τὴν ἀστρολογικὴν ἐπιστήμην παιδευθέντα πρῶτον μὲν ἐλθεῖν εἰς Φοινίκην, καὶ τοὺς Φοίνικας ἀστρολογίαν διδάξαι, ὕστερον δὲ εἰς Αἴγυπτον παραγενέσθαι.