Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 6
Not analysed yet
Φησὶ δὲ περὶ τούτου καὶ Φίλων ἐν τῷ πρώτῳ τῶν Περὶ Ἱεροσόλυμα· Ἔκλυον ἀρχεγόνοισι τὸ μυρίον ὥς ποτε θεσμοῖς Ἀβραὰμ κλυτοηχὲς ὑπἐερτερον ἅμματι δεσμῶν Παμφαὲς, πλήμμυρε, μεγαυχητοῖσι λογισμοῖς θειοφιλἦ θέλγητρα. Λιπόντι γὰρ ἀγλαὸν ἕρκος αἰνοφύτων, ἔκκαυμα βριήπυος αἰνετὸς ἴσχων. Ἀθάνατον ποίησεν ἑὴν φάτιν, ἐξ ὄτ ̓ ἐκείνου ἔκγονος αἰνογόνοιο πολύμνιον ἔλλαχε κῦδος. Ἀρτίχερος θηκτοῖο ξιφηφόρον ἐντύνοντος λήμμασι, καὶ σφαράγοιο παρακλιδὸν ἀθροισθέντος, ἀλλ ̓ ὁ μὲν ἐν χεῖρεσσι κερασφόρον ὤπασε κριόν· καὶ τὰ τούτοις ἑπόμενα.» Ταῦτα μὲν δὴ ἀπὸ τῆς προειρημένης τοῦ Πολυΐστορος γραφῆς.