Ancient Greek · ~5 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 7
Not analysed yet
Γαμεῖδ ̓ αὐτὸς Χετούραν ὕστερον, ἐξ ἧς αὐτῷ παῖδες ἓς γίνονται, πρός τε πόνους καρτεροὶ καὶ δεινοὶ συνιέναι· Ζαμβράνης, Ἰαζάρης, Μαδάνης, Μαδιάνης, Ἰωσούβακος, Σοῦος. Φύονται δὲ καὶ τούτοις παῖδες· καὶ Σούου μὲν Σαβαθάνης γίνεται καὶ Δαδάνης. Τούτου δὲ Λατούσιμος, Ἄσσουρις, Λουόμης· Μαδιάνου δὲ Ἐφᾶς, Ὠφρὴν, Ἄνωχος, Ἐδιδᾶς, Ἐλδᾶς. Τούτοις ἅπασι τοῖς παισὶ καὶ υἱωνοῖς Ἄβραμος ἀποικιῶν στόλους μηχανᾶται, καὶ τήν τε Τρωγλοδύτιν καταλαμβάνουσι, καὶ τὴν τῆς Εὐδαίμονος Ἀραβίας, ὅσον ἐπὶ τὴν Ἐρυθρὰν θάλασσαν καθήκει. Λέγεται δὲ ὡς οὗτος ὁ Ὠφρὴν (Ἀφρὴν Eus.) στρατεύσας ἐπὶ τὴν Λιβύην κατέσχεν αὐτὴν καὶ οἱ υἱωνοὶ αὐτοῦ, κατοικήσαντες ἐν αὐτῇ, τὴν γῆν ἀπὸ τοῦ ἐκείνου ὀν; 2οματος Ἀφρικὴν προσηγόρευσαν. Μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ Ἀλέξανδρος ὁ Πολυΐστωρ, λέγων οὕτως· «Κλεόδημος δέ φησιν ὁ προφήτης, ὁ καὶ Μάλχος, ὁ ἱστορῶν τὰ περὶ Ἰουδαίων καθὼς καὶ Μωϋσῆς ἴστόρησεν ὁ νομοθέτης αὐτῶν, ὅτι ἐκ τῆς Χετούρας Ἀβράμῳ ἐγένοντο παῖδες ἱκανοί.» Λέγει δὲ αὐτῶν καὶ τὰ ὀνόματα, ὀνομάζων τρεῖς, Ἀφέραν, Σουρεμ, Ἰάφραν (Ἀφὲρ, Ἀσοὺρ, Ἀφράν Eus.) . Ἀπὸ Σουρεὶμ μὲν τὴν Ἀσσυρίαν κεκλῆσθαι, ἀπὸ δὲ τῶν δύο, Ἀφέρα τε καὶ Ἰάφρα, πόλιν τε Ἄφραν καὶ τὴν χώραν Ἀφρικὴν ὀνομασθῆναι. Τούτους γὰρ Ἡρακλεῖ συστρατεῦσαι ἐπὶ Λιβὖην καὶ Ἀνταῖον, γήμαντά τε τὴν Ἄφρα θυγατέρα Ἡρακλέα γεννῆσαι υἱὸν ἐξ αὐτῆς Δίδωρον (Διόδωρον Ε.) ,τούτου δὲ γενέσθαι Σοφῶνα (Σοφωνᾶν Eus.) ,ἀφ ̓ οὗ τοὺς βαρβάρους Σόφακας (Σοφὰς Eus.) λέγεσθαι.