Ancient Greek · ~27 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 8.1
Not analysed yet
Ἀπίωμεν δὲ πάλιν ἐπὶ τὸν Πολυΐστορα. «Δημήτριός φησι τὸν Ἰακὼβ γενόμενον γενόμενον ἐτῶν ἑβδομήκοντα πέντε φυγεῖν εἰς Χαρρὰν τῆς Μεσοποταμίας, ἀποσταλέντα ὑπὸ τῶν γονέων διὰ τῆς πρὸς ἀδελφὸν κρυφίαν ἔχθραν Ἠσαῦ, διὰ τὸ εὐλογῆσαι αὐτὸν πατέρα δοκοῦντα εἶναι τὸν Ἠσαῦ, καὶ ὅπως λάβῃ ἐκεῖθεν γυναῖκα. Ἀφορμῆσαι οὖν τὸν Ἰακὼβ εἰς Χαρρὰν τῆς Μεσοποταμίας, τὸν δὲ πατέρα καταλιπόντα Ἰσαὰκ ἐτῶν ἑκατὸν τριάκοντα ἑπτὰ, αὐτὸν δὲ ὄντα ἐτῶν ἑβδομήκοντα ἑπτά. Διατρίψαντα οὖν αὐτὸν ἑκεῖ ἑπτὰ ἔτη Λάβαν τοῦ μητρῴου δύο θυγατέρας γῆμαι, Λείαν καὶ Ῥαχὴλ, ὄντα ἐκτῶν ὀγδοήκοντα τεσσάρων· καὶ γενέσθαι ἐν ἑπτὰ ἔτεσιν ἄλλοις αὐτῷ παιδία ιβ’. Ὀγδόῳ μὲν ἔτει, μηνὶ δεκάτῳ, Ῥουβίν· καὶ τῷ ἔτει τῷ ἐννάτῳ, μηνὶ ὀκτῳ, Λευΐν· τῷ δὲ ἑνδεκάτῳ ἔτει, μηνὶ τετάρτῳ, Ἰούδαν. Ῥαχήλ τε μὴ τίκτουσαν ζηλῶσαι τὴν ἀδελφὴν, καὶ παρακοιμίσαι τῷ Ἰακὼβ τὴν ἑαυτῆς παιδίσκην Ζελφὰν, τῷ αὐτῷ χρόνῳ· ᾧ καὶ Βάλλαν συλλαβεῖν τὸν Νεφθαλεὶμ, τῷ ἑνδεκάτῳ ἔτει, μηνὶ πέμπτῳ, καὶ τεκεῖν τῷ δωδεκάτῳ ἔτει μηνὶ δευτέρῳ υἱὸν, ὃν ὑπὸ Λείας Γὰς (vg. Γὰθ) ὀνομασθῆναι· καὶ ἐκ τῆς αὐτῆς τοῦ αὐτοῦ ἔτους καὶ μηνὸς δωδεκάτου ἕτερον τεκεῖν, ὃν καὶ αὐτὸν προσαγορευθῆναι ὑπὸ Λείας Ἀσήρ. Καὶ Λείαν πάλιν ἀντὶ τῶν μήλων τῶν μανδραγόρου, ἃ Ῥοθβὶν εἰσενεγκεῖν παρὰ Ῥαχὴλ, συλλαβεῖν ἐν γαστρὶ, καὶ τῷ αὐτῷ χρόνῳ τὴν παιδίσκην αὐτῆς Ζελφὰν, τῷ δωδεκάτῳ ἔτει, μηνὶ τρίτῳ, καὶ τεκεῖν τοῦ αὐτοῦ ἔτους μηνὸς δωδεκάτου υἱὸν, καὶ ὄνομα αὐτῷ θέσθαι Ἰσσαχάρ. Καὶ πάλιν Λείαν τῷ τρισκαιδεκάτῳ ἔτει, μηνὶ δεκάτῳ υἱὸν ἄλλον τ εκεῖν ᾧ ὄνομα Ζαβουλὼν, καὶ τὴν αὐτὴν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μηνὶ ὀγδόῳ τεκεῖν υἱὸν ὄνομα Δάν. Ἐν ᾧ καὶ Ῥαχὴλ λαβεῖν ἐν γαστρὶ τῷ αὐτῷ χρόνῳ, ᾧ καὶ Λείαν τεκεῖν θυγατέρα Δείναν, καὶ τεκεῖν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει μηνὶ ὀγδόῳ υἱὸν, ὃν ὀνομασθῆναι Ἰωσὴφ, ὥστε γεγονέναι ἐν τοῖς ἔτεσι τοῖς παρὰ Λάβαν δώδεκα παιδία. Θέλοντα δὲ τὸν Ἰακὼβ πρὸς τὸν πατέρα εἰς Χαναὰν ἀπιέναι, ἀξιωθέντα ὑπὸ Λάβαν ἄλλα ἔτη ἓξ μεῖναι, ὥστε τὰ πάντα αὐτὸν μεῖναι ἐν Χαρρὰν παρὰ Λάβαν ἔτη εἴκοσι. Πορευομένῳ δὲ αὐτῷ εἰς Χαναὰν ἄγγελογ τοῦ Θεοῦ παλαῖσαι, καὶ ἅψασθαι τοῦ πλάτους τοῦ μηροῦ τοῦ Ἰακώβ· τὸν δὲ ναρκήσαντα ἐπισκάζειν· ὅθεν οὐκ ἐσθίεσθαι τῶν κτηνῶν τὸ ἐν τοῖς μηροῖς νεῦρον. Καὶ φάναι αὐτῷ τὸν ἄγγελον, ἀπὸ τοῦδε μηκέτι Ἰακὼβ, ἀλλ ̓ Ἰσραὴλ ὀνομασθήσεσθαι. Καὶ ἐλθεῖν αὐτὸν τῆς Χαναὰν γῆς εἰς ἑτέραν πόλιν Σικίμων, ἔχοντα παιδιά Ῥουβὶν ἐτῶν ιβ’ μηνῶν δυοῖν, Συμεῶνα ἐτῶν ιβʹ (ιαʹ C. F. G.) μηνῶν τεσσάρων, Λευΐν ἐτῶν ιβʹ (ιʹ C. F. G.) μηνῶν ἓξ, Ἰουδὰν ἐτῶν θʹ μηνῶν ὀκτὼ, Νεφθαλεὶμ ἐτῶν ἐκτὼ μηνῶν δέκα (τριῶν C. F. G.) ,Γἀδ ἐτῶν ὀκτὼ μηνῶν δέκα, Ἀσὴρ ἐτῶν ὀκτὼ, Ἰσσαχὰρ ἐτῶν ὀκτὼ, Ζαβουλὼν ἐτῶν ἑπτὰ μηνῶν δυοῖν, Δείναν ἐτῶν τε4σσάρων, Ἰωσὴφ ἐτῶν ἓξ μηνῶν τεσσάρων. Παροικῆσαι δὲ Ἰσραὴλ παρὰ Ἐμμὼρ ἔτη δέκα, καὶ φθαρῆναι τὴν Ἰσραὴλ θυγατέρα Δείναν ὑπὸ Συχὲμ τοῦ Ἐμμὼρ υἱοῦ, ἐτῶν οὖσαν δεκαἐξ. Μηνῶν τεσσάρων. Ἐξαλλομένους δὲ τοῦ τοῦ Ἰσραὴλ υἱοὺς, Συμεῶνα μὲν ὄντα ἐτῶν ἐικοσιενὸς μηνῶν τεσσάρων, Λευΐν δὲ ἐτῶν εἰκοσι μηνῶν ἕξ, ἀποκτεῖναι τόν τε Ἐμμὼρ, καὶ Συχὲμ τὸν υἱὸν αὐτοῦ, καὶ πάντας τοὺς ἄρσενας, διὰ τῆς Δείνης τὴν φθοράν· Ἰακὼβ δὲ τότε εἶναι ἐκτῶν ἑκατὸν ἑπτά. Ἐλθόντα δὲ οὖν αὐτὸν εἰς Λουζὰ τῆς Βαιθὴλ, φάναι τὸν Θεὸν μηκέτι Ἰακὼβ ἀλλ ̓ Ἰσραὴλ ὀνομάζεσθαι. Ἐκεῖθεν δὲ ἐλθεῖν εἰς Χαφραθὰ, ἔνθεν παραγενέσθαι εἰς Ἐφραθὰ, ἣν εἶναι Βηθλεὲμ, καὶ γεννῆσαι αὐτὸν ἐκεῖ Βενιαμὶν, καὶ τελευτῆσαι Ῥαχὴλ, τεκοῦσαν τὸν Βενιαμὶν συμβιῶσαι δ ̓ αὐτῇ τὸν Ἰακὼβ ἔτη εἰκοσιτρία. Αὐτόθεν δὲ ἐλθεῖν τὸν Ἰακὼβ εἰς Μαμβρὶ τῆς Χεβρὼν, πρὸς Ἰσαὰκ τὸν πατέρα. Εἶναι δὲ τότε τὸν Ἰωσὴφ ἐτῶν δεκαεπτὰ, καὶ πραθῆναι αὐτὸν εἰς Αἴγυπτον, καὶ ἐν τῷ δεσμωτηρίῳ μεῖναι ἔτη δεκατρία, ὥστ ̓ εἶναι αὐτὸν ἐτῶν τριάκοντα, Ἰακὼβ δὲ ἐτῶν ἑκατὸν δέκα, ἐν ᾧ καὶ τελευτῆσαι τὸν Ἰσαὰκ ἔτει ἑνὶ ἔμπροσθεν, ἐτῶν ὄντα ἑκατὸν ὀκατὸν ὀγδοήκοντα. Κρίνοντα δὲ τῷ βασιλεῖ τὸν Ἰωσὴφ τὰ ἐνύπνια, ἄρξαι Αἰγύπτου ἔτη ἑπτὰ, ἐν οἷς καὶ συνοικῆσαι Ἀσενὲθ, Πεντεφρῆ τοῦ Ἡλιουπόλεως ἱερέως θυγατρὶ, καὶ γεννῆσθαι Μανασσῆν καὶ Ἐφραΐμ· καὶ τοῦ λιμοῦ ἐπιγενέσθαι ἔτη β’. Τὸν δὲ Ἰωσὴφ ἔτη ἐννέα εὐτυχήσαντα, πρὸς τὸν πατέρα μὴ πέμψαι, διὰ τὸ ποιμένα αὐτόν τε καὶ τοὺς ἀδελφοὺς εἶναι· ἐπονείδιστον δὲ Αἰγυπτίοις εἶναι τὸ ποιμαίνειν. Ὅτι δὲ διὰ τοῦτο οὐκ ἔπεμψεν αὐτὸν δεδηλωκέναι. Ἐλθὸντων γὰρ αὐτοῦ τῶν συγγενῶν, φάναι αὐτοῖς, ἐὰν κληθῶσιν ὑπὸ τοῦ βασιλέως, καὶ ἐρωτῶνται τί διαπράσσονται, λέγειν κτηνοτρόφους αὐτοὺς εἶναι. Διαπορεῖσθαι δὲ, διὰ τί ποτε ὁ Ἰωσὴφ Βενιαμὶν ἐπὶ τοῦ ἀρίστου πενταπλασίονα μερίδα ἔδωκε, μὴ δυναμένου αὐτοῦ τοσαῦτα καταναλῶσαι κρέα. Τοῦτο οὖν αὐτὸν πεποιηκέναι διὰ τὸ ἐκ τῆς Λείας τῷ πατρὶ αὐτοῦ γεγονέναι υἱοὺς ἑπτὰ, ἐκ δὲ Ῥαχὴλ τῆς μητρὸς αὐτοῦ δύο· διὰ τοῦτο τῷ Βενιαμὶν πέντε μερίδας παραθεῖναι, καὶ αὖτὸν λαβεῖν μίαν· γενέσθαι οὖν ἑπτὰ, ὅσας καὶ τοὺς ἐκ τῆς Λείας υἱοὺς λαβεῖν. Ὡσαύτως καὶ ἐπὶ τοῦ τὰς στολὰς δοῦναι ἑκάστῳ διπλᾶς, τῷ δὲ Βενιαμὶν πέντε καὶ τριακοσίους χρυσοῦς, καὶ τῷ πατρὶ ἀποστεῖλαι κατὰ ταὐτὰ, ὥστε τὸν οἶκον αὐτοῦ τῆς μητρὸς εἶναι ἴσον. Οἰκῆσαι δὲ αὐτοὺς ἐν τῇ Χαναὰν, ἀφ ̓ οὗ ἐκλεγῆναι Ἀβραὰμ ἐκ τῶν ἐθνῶν καὶ μετελθεῖν εἰς Χαναὰν, Ἀβραὰμ ἐτῶν εἴκοσι πέντε, Ἰσαὰκ ἐτῶν ἑξήκοντα, Ἰακὼβ ἐτῶν ἑκατὸν τριάκοντα, γίνεσθαι τὰ πάντα ἔτη ἐν γῇ Χαναὰν σιε’. Καὶ τῷ τρίτῳ ἔτει λιμοῦ οὔσης ἐν Αἰγύπτῳ, ἐλθεῖν εἰς Αἴγυπτον τὸν Ἰακὼβ, ὄντα ἐτῶν ἑκατὸν τριάκοντα, Ῥουβὶν ἐτῶν μεʹ, Συμεῶνα ἐτῶν μδʹ, Λευΐν ἐτῶν μγ’, Ἰούδαν ἐτῶν μβʹ μηνῶν τριῶν, Ἀσὴρ ἐτῶν μ’ Ἀσὴρ ἐτῶν μ’ μηνῶν ὀκτὼ, Νεφθαλεὶμ ἐτῶν μα’ μηνῶν ζ’ Γὰδ ἐτῶν μα’ μηνῶν γʹ, Ζαβουλὼν ἐτῶν μ’, Δείναν ἐτῶν λθʹ, Βενιαμὶν ἐτῶν κηʹ. Τὸν δὲ Ἰωσὴφ φησὶ γενέσθαι ἐν Αἰγύπτῳ ἔτη λθʹ. Εἶναι δὲ ἀπὸ τοῦ Ἀδὰμ ἕως τοῦ εἰσελθεῖν εἰς Αἴγυπτον τοὺς τοῦ Ἰωσὴφ συγγενεῖς ἔτη γχκδʹ. Ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τῆς Ἰακὼβ παρουσίας εἰς Αἴγυπτον ἔτη ατξʹ· ἀφ ̓ οὗ δὲ ἐκλεγῆναι Ἀβραὰμ ἐκ τῶν ἐθνῶν καὶ ἐλθεῖν ἐκ Χαρρὰν εἰς Χαναὰν ἕως εἰς Αἴγυπτον τοὺς περὶ Ἰακὼβ ἐλθεῖν ἔτη σιεʹ. Ἰακὼβ δὲ ἐκ Χαρρὰν πρὸς Λάβαν ἐλθεῖν, ἐτῶν ὄντα πʹ, καὶ γεννῆσαι λευίν· Λευὶν δὲ ἐν Αἰγύπτῳ ἐπιγενέσθαι ἔτη ιζ ̓, ἀφ ̓ οὗ ἐκ Χαναὰν αὐτὸν ἐλθεῖν εἰς Αἴγυπτον, ὥστε εἶναι αὐτὸν ἐτῶν ξ ̓, καὶ γεννῆσαι Κλάθτῷ αὐτῷ δὲ ἔτει ᾧ γενέσθαι Κλὰθ, τελευτῆσαι Ἰακὼβ ἐν Αἰγύπτῳ, εὐλογήσαντα τοὺς Ἰωσὴφ υἱοὺς, ὄντα ἐτῶν ρμζ ̓, καταλιπόντα Ἰωσὴφ ἐτῶν νζ ̓. Λευὶν δὲ γενόμενον ἐτῶν ρλς ̓ τελευτῆσαι, Κλὰθ δὲ ὄντα ἐτῶν μ ̓ γεννῆσαι Ἀμρὰμ, ὃν Αἰγύπτῳ ὄντα ρι ̓ ἐτῶν· Κλὰθ δὲ γενόμενον ἐτῶν ἑκατὸν λγ ̓ τελευτῆσαι. Ἀμρὰμ λαβεῖν γυναῖκα τὴν τοῦ θείου θυγατέρα Ἰωχαβὲτ, καὶ ὄντα ἐνιαυτῶν οε ̓ γεννῆσαι Ἀαρὼν καὶ Μωσῆν· γεννῆσαι δὲ Μωσῆν τὸν Ἀμρὰμ ὄντα ἐτῶν οη ̓, καὶ γενόμενον Ἀμρὰμ ἐτῶν ρλς ̓ τελευτῆσαι.»