Ancient Greek · ~19 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 9.1
Not analysed yet
Τὰ δὲ Σίκιμά φησι Θεόδοτος ἐν τῷ Περὶ Ἰουδαίων ἀπὸ Σικιμίου τοῦ Ἑρμοῦ λαβεῖν τὴν ὁνομασίαν· τοῦτον γὰρ καὶ κτίσαι τὴν πόλιν· κεῖσθαι δ ̓ αὐτήν γησιν ἐν τῇ Περὶ Ἰουδαίων οὕτως· Ἠ δ ̓ ἀρ ̓ ἔην ἀγαθή τε καὶ αἰγινόμος καὶ ὑδρηλὴ, οὐδὲ μὲν ἔσκεν ὀδὸς δολιχὴ πόλιν εἰσαφικέσθαι [v. l.] ἀγρόθεν· οὐδέ ποτε δριὰ λαχνήεντα πονεῦσιν (πονοῦσιν (δρία λαχνήεντ ̓ ἀπόερσεν tentavit H. Grot. Ad Ev. Joh. Ἐξ αὐτῆς δὲ μάλ ̓ ἄγχι δύ οὐρεα φαίνετ ̓ ἐρυμνὰ. [IV, 5) ποίης τε. πλήθοντα καὶ ὔλης· τῶν δὲ μεσηγὺ ἀτραπιτὸς τέτμηται, ἀραίη [αὐλῶπις]· ἐν δ ̓ ἑτέρωθι (τέτμητ ̓ ἀραὴ αὐλῶπις· ἔνερθεν Ἡ ἱερὴ Σίκιμον conj. ἤδ ̓ ἱερὴ Σικίμων καταφαίνεται, ἱερὸν ἄστυ, [Grotius) νέρθεν ὑπὸ ῥίζῃ δεδμημένον, ἀμφὶ δὲ τεῖχος λισσὸν ὑπώρειαν, ὑπὸ δ ̓ ἔδραμεν αἰπύθεν (αἰπύεν Scal.) (ὑποδέδραμεν αἰπυὸν ἕρκος conj. Grot.) [ἕῤκος Ὕστερον δέ φησιν αὐτὴν ὑπὸ Ἑβραίων κατασχεθῆναι, δυναστεύοντος Ἐμμώρ· τὸν γὰρ Ἐμμὼρ υἱὸν γεννῆσαι Συχέμ. Φησὶ δέ· Ἐνθένδε, ξένε, ποιμενόθι πόλιν ἤλυθ ̓ Ἰακὼβ, εὐρεῖαν Σικίμων· ἐπὶ δ ̓ ἀνδράσι τοῖσιν ἔτῃσιν ἀρχὸς Ἐμὼρ σὺν παιδὶ Συχὲμ, μάλ ̓ ἀτειρέε φῶτε. Εἶτα περὶ Ἰακὼβ καὶ τὴν εἰς Μεσαποταμίαν αὐτοῦ παρουσίαν, καὶ τῶν δύο γυναικῶν γάμον, καὶ τὴν τῶν τέκνων γένεσιν, καὶ τὴν παρουσίαν τὴν ἐκ Μεσοποταμίας εἰς τὰ Σίκιμα, (Ἐπεὶ δ ̓) Ἰακὼβ Συρίην κτηνοτρόφον ἶκτο, καὶ εὐρὺ ῥεῖθρον Ἐῦφρήταο λίπεν ποταμοῦ κελάδοντος· ἤλυθε γὰρ κἀκεῖθι λιπὼν δριμεῖαν ἐνιπὴν αὐτοκασιγνήτοιο· πρόφρων ὑπέδεκτο δόμονδε Αάβαν, ὅς οἱ ἔην μὲν ἀνεψιὸς, ἀλλὰ τότ ̓ οἶος ἤνασσεν Συρίης, νειηγενὲς αἶμα λελογχώς. Τῷ δὲ γάμον κούρης μὲν ὑπέσχετο καὶ κατένευσεν ὁπλοτάτης· οὐ μὴν τελεθειν ἐπεμαίετο πάμπαν, ἀλλὰ δόλον τολύπευσεν, καὶ ἐς λέχος ἀνέρι πέμπε Λείαν, ἥ οἱ ἔην προγενεστέρη. Οὐδέ μιν ἔμπης ἔλλαθεν, ἀλλ ̓ ἐνόησε κακορραφίην, καὶ ἔδεκτο παῖδ ̓ ἑτέρην, ἀμφοῖν δ ̓ ἐμίγη σὺν ὁμαίμοσιν ᾗτι Τῷ δ ̓ υἱεῖς ἐγένοντο νόῳ πεπνυμένοι αἰνῶς ἕνδεκα, καὶ κούρη Δείνα περικαλλὲς ἔχουσα εἶδος, ἐπίτρεπτον δὲ δέμας, καὶ ἀμύμονα θυμόν. Ἀπὸ δὲ Εὐφράτου φησὶ τὸν Ἰακὼβ ἐλθεῖν εἰς τὰ Σίκιμα πρὸς Ἐμμώρ· τὸν δ ̓ ὑποδέξασθαι αὐτὸν, καὶ μέρος τι τῆς χώρας δοῦναι. Καὶ αὐτὸν μὲν τὸν Ἰακὼβ γεωμορεῖν, τοὺς δὲ υἱοὺς αὐτοῦ ἕνδεκα τὸν ἀριθμὸν ὄντας ποιμαίνειν, τὴν δὲ θυγατέρα Δείναν καὶ τὰς γυναῖκας ἐριουργεῖν· καὶ τὴν Δείναν παρθένον οὖσαν εἰς τὰ Σίκιμα ἐλθεῖν πανηγύρεως οὔσης, βουλομένην θεάσασθαι τὴν πόλιν· Συχὲμ δὲ τὸν τοῦ Ἐμμὼρ υἱὸν ἰδόντα ἐρασθῆναι αὐτῆς, καὶ ἁρπάσαντα ὡς ἑαυτὸν διακομίσαι καὶ φθεῖραι αὐτήν. Αὖθις δὲ σὺν τῷ πατρὶ ἐλθόντα πρὸς τὸν Ἰακὼβ, αἰτεῖν αὐτὴν πρὸς γάμου κοινωνίαν· τὸν δὲ οὐ φάναι δώσειν πρὶν ἂν ἢ πάντας τοὺς οἰκοῦντας τὰ Σίκιμα περιτεμνομένους ἰουδαΐσαι· τὸν δὲ Ἐμμὼρ φάναι πείσειν αὐτούς. Φησι δὲ περὶ τοῦ δεῖν περιτέμνεσθαι αὐτοὺς ὁ Ἰακὼβ, Οὐ μὲν γὰρ θεμιτόν γε τόδ ̓ Ἐβραίοισι τέτυκται, γαμβροὺς ἄλλοθεν εἶς γε νυοὺς ἀγέμεν ποτὶ δῶμα, ἀλλ ̓ ὅστις γενεῆς ἐξοίχεται εἶναι ὁμοίης. Εἶτα ὑποβὰς περὶ τῆς περιτομῆς, Ὅς ποτ ̓ ἑῆς πάτρης ἐξήγαγε δῖον Ἀβραᾶμ, αὐτὸς ἀπ ̓ οὐρανόθεν κέλετ ̓ ἀνέρα παντὶ σὺν οἴκῳ σάρκ ̓ ἀποσυλῆσαι πόσθης ἄπο, καί ῥ ̓ ἐτέλεσσεν· ἀστεμφὲς δὲ τέτυκται, ἐπεὶ θεὸς αὐτὸς ἔειπε. Πορευθέντος οὖν εἰς τὴν πόλιν τοῦ Ἐμμὼρ, καὶ τοὺς ὑποτασσομένους παρακαλοῦντος περιτέμνεσθαι, ἕνα τῶν Ἰακὼβ υἱῶν τὸ ὄνομα Συμεῶνα διαγνῶναι τόν τε Ἐμμὼρ καὶ τὸν Συχὲμ ἀνελεῖν, τὴν ὕβριν τῆς ἀδελφῆς μὴ βουληθέντα πολιτκῶς ἐνεγκεῖν· ταῦτα δὲ διαγνόντα Λευὶν τῷ ἀδελφῷ κοινώσασθαι· λαβόντα δ ̓ αὐτὸν συγκάταινον ἐπὶ τὴν πρᾶξιν παρορμῆσαι, λόγιον προφερόμενον τὸν Θεὸν ἀνελεῖν φάμενον τοῖς Ἀβραὰμ ἀπογόνοις δέκα ἔθνη δώσειν. Φησὶ δὲ οὕτως ὁ Συμεὼν πρὸς τὸν Λευὶν, Εὖ γὰρ ἐγὼ μῦθόν γε πεπυσμένος εἰμὶ θεοῖο· δώσειν γάρ ποτ ̓ ἔφησε δέκ ̓ ἔθνεα παισὶν Ἀβραάμ. Τὸν δὲ θεὸν αὐτοῖς τοῦτον τὸν νοῦν ἐμβαλεῖν διὰ τὸ τοὺς ἐν Σικίμοις ἀσεβεῖς εἶναι. Φησὶ δὲ, Βλάπτε θεὸς Σικίμων οἰκήτορας, οὐ γὰρ ἔτιον εἰς αὐτοὺς ὅστις κε μόλῃ κακὸς, οὐδὲ μὲν ἐσθλός· οὐδὲ δίκας ἐδίκαζον ἀνὰ πτόλιν οὐδὲ θέμιστας· λοίγια δ ̓ ὠρώρει τοῖσιν μεμελημένα ἔργα. Τὸν οὖν Λευὶν καὶ τὸν Συμεῶνα εἰς τὴν πόλιν καθωπλισμένους ἐλθεῖν, καὶ πρῶτα μὲν τοὺς ἐντυγχάνοντας ἀναιρεῖν, ἔπειτα δὲ καὶ τὸν Ἐμμὼρ καὶ τὸν Συχὲμ φονεῦσαι. Λέγει δὲ περὶ τῆς ἀναιρέσεως αὐτῶν οὕτως· Ὡς τότε δὴ Συμεὼν μὲν Ἐμὼρ ὤρουσεν ἐπ ̓ αὐτὸν, πλῆξέ τε οἱ κεφαλὴν, δειρὴν δ ̓ ἕλεν ἐν χερὶ λειῇ, λεῖψε δ ̓ ἔτι σπαίρουσαν. Ἐπεὶ πόνος ἄλλος ὀρὠρει Τόφρα δὲ καὶ Λευὶν ἄσχετος ἔλλαβε χαίτης γούνων ἀπτόμενον Συχὲμ, ἄσπετα μαργήναντα. Ἤλασε δὲ κληῖδα μέσην· δῦ δὲ ξίφος ὀξὺ σπλάγχνα διὰ στέρνων, λίπε δὲ ψυχὴ δέμας εὐθύς. Πυθομένους δὲ καὶ τοὺς ἑτέρους ἀδελφοὺς τὴν πρᾶξιν αὐτῶν ἐπιβοηθῆσαι, καὶ τὴν πόλιν ἐκπορθῆσαι, καὶ τὴν ἀδελφὴν ἀναρρυσαμένους μετὰ τῶν άἰχμαλώτων εἰς τὴν πατρῴαν ἔπαυλιν διακομίσαι.»