Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 81
Not analysed yet
Πάταρα, πόλις Λυκίας . . . ἐκλήθη δὲ ἀπὸ Πατάρου τοῦ Ἀπόλλωνος καὶ Λυκίας τῆς ξάνθου. Ἀλέξανδρος Σαλακίαν κόρην ἐξ Ὀφιονίδος φησὶ φέρειν ἱερὰ τῷ Ἀπόλλωνι ἐν πατάρᾳ· ἔστι δὲ ταῦτα πέμματα λύραι τε καὶ τὸξα καὶ βέλη, οἷς παίζειν νηπίους ὄντας. Θεῖσαν δὲ τὸ ἄγγυς ἀναπαύσθαι κατὰ τὴν ὁδόν· ἄνεμον δ ̓ ἐπιπνεύσαντα εἰς τὴν θάλασσαν βαλεῖν τὴν πατάραν· κλαίουσαν δὲ τὴν παῖδα εἰς τὸν οἶκον ἐλθεῖν, τὴν δὲ πατάραν τῇ Λυκίων χερρονήσῳ κατενεχθῆναι· περιτυχόντα δέ τινα τῶν ἐκ τῆς Σαλακίας φυγόντων τῇ πατάρᾳ τὰ ἐν αὐτῇ πέμματα πάντα κατακαῦσαι, καὶ τὴν χερρόνησον ἱερὰν Ἀπόλλωνι εἶναι· ὠνομάσθαι δὲ τὴν χώραν ἀπὸ τοῦ ἄγγους τῆς πατάρας Πάταρα· μεθερμηνεύεσθαι δὲ τὴν πατάραν ἑλληνιστὶ κίστην.