Ancient Greek · ~6 min
68 to 80
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 68-80
Not analysed yet
Μολύνδεια, πόλις Λυκίας, ἀπὸ Μολυνδαίου. Ἀλ. Ἐν τῷ Περὶ Λυκίας πρώτῳ. Οἰνόανδα, πόλις Λυκίας, Ἀλ. Ἐν πρώτῳ Λυκιακῶν. Σίδυμα, πόλις Λυκίας, ἧς Ἀλ. Μέμνηται ἐν πρώτῳ Λυκιακῶν. Τήλανδρος, πόλις Καρίας, καὶ Τηλανδρία ἄκρα. Ἀλ. δ ̓ ὁ Πολυΐστωρ οὐδετέρως τὴν πόλιν Τήλανδρον καλεῖ ἐν πρώτῳ Λυκιακῶν, καὶ Τηλανδρίαν τὴν αὐτήν. Τυμνισσὸς, πόλις Καρίας, ἀπὸ τυμνισσοῦ ῥάβδου. Ξάνθιοι γὰρ τὴν ῥάβδον τυμνίαν λέγουσιν. Ὁ πολίτης Τυμνισσεύς, ὡς Ἀλ. Ἐν πρώτῳ Λυκιακῶν. Ἄραξα, πόλις Λυκίας, ὡς Ἀλέξανδρος ἐν δευτέρῳ Περὶ Λυκίας. Κοχλιοῦσα, νῆσος πρὸς τῇ Λυκίᾳ, Ἀλ. Λευτέρῳ Περὶ Λυκίας, διὰ τὸ κοχλίους ἐν αὐτῇ εὑρίσκεσθαι. Κρᾶγος, ὄρος Λυκίας. Ἀλ. Δευτερῳ Λυκιακῶν. Ἀπὸ Κράγου τοῦ Τρεμίλου υἱοῦ, μητρὸς δὲ Πραξιδίκης νύμφης. Ἐνταῦθα δ ̓ εἶναι καὶ τὰ ἐπονομαζόμενα θεῶν ἀγρίων ἄντρα. Ἀπαθανατισθῆναι γάρ φασι τοὺς περὶ τὸν Κρᾶγον. Λυρνατία, Χερρόνησος καὶ χωρίον Λυκίας. Ἀλ. Ἐν δευτέρῳ Περὶ Λυκίας. Ὕλαμοι, πόλις Λυκίας, ὡς Ἀλ. Ὁ Πολυΐστωρ ἐν δευτέρῳ Περὶ Λυκίας. Δαίδαλα, πόλισ τῆς Ῥοδίας ἢ χωρίον. Στράβων ιδ ̓ (p. 651. 664). Ἔστι καὶ ὄρος τῆς Λυκίας τὰ Δαίδαλα. Ἡ δὲ πόλις ἀπὸ Δαιδάλου τοῦ Ἰκάρου ἡ ἐν Λυκίᾳ. Διά τινος γὰρ ἕλους ἐπορεύετο [διὰ] τοῦ Νίνου ποταμοῦ, καὶ ὑπὸ χερσύδρου δηχθέντα τελευτῆσαι καὶ ἐκεῖ ταφῆναι καὶ κτισθῆναι πόλιν φησὶν Ἀλ. ἐν Λυκιακοῖς. Μέλαιναι. Πόλις Ἀρκαδίας . . . εἰσὶ δὲ καὶ Λυκίας Μέλαιναι πόλις, ὡς Ἀλ. Ἐν Λυκιακοῖς. Φελλὸς, πόλις Παμγθλίας, Ἑκατακῖος Ἀσίᾳ. Ἀλέξ. ὁ Πολυΐστωρ ἐν τῷ Περὶ Λυκίας Φέλλον καὶ Ἀντίφελλον Λυκίας εἶναι λέγει. Ὁ πολίτης Φελλίτης καὶ Ἀντιφελλίτης, ὡς Ἀλ. Ἐν τῇ εἰρημένῃ καὶ Πολύχαρμος.