Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 84
Not analysed yet
Τρεμίλη· ἡ Λυκία ἐκαλεῖτο οὕτως· οἱ κατοικοῦντες Τρεμιλεῖς, ἀπὸ Τρεμίλου, ὡς Πανύσαις (fr. 17 ed. Dübner.) :Ἕνθα δ ̓ ἔναιε μέγας Τρέμιλος, καὶ ἔγημε θύγατρα νύμφην Ὠγυγίην, ἣν Πραξιδίκην καλέουσι, Σίβρῳ ἐπ ̓ ἀργυρέῳ, ποταμῷ παρὰ δινήεντι· τῆς δ ̓ ὀλοοὶ παῖδες, Τλῶος, Ξάνθος, Πίναρός τε καὶ Κράγος, ὃς κρατέων πάσας ληίζετ ̓ ἀρούρας. Ἀλέξανδρος* τελευτήσας τὰς δὲ τοὺς (sic codex Rhed. ,τελ. Τούτους δὲ vgo. Num τελευτησάντων δὲ τούτων, τοὺς̣) Τρεθιλέας Λυκίους Βελλεροφόντης μετωνόμασε.