Ancient Greek · ~7 min
85 to 98
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 85-98
Not analysed yet
Ὠλὴν, Δυμαῖος ἢ Ὑπερβόρειος ἢ Λύκιος, ἐποποιός· μᾶλλον δὲ Λύκιος ἀπὸ Ξάνθου, ὡς δηλοῖ καλλίμαχος καὶ ὁ Πολυΐστωρ ἐν τοῖς Περὶ Λυκίας. Δολιχὴ, νῆσος πρὸς τῇ Λυκίᾳ, ὡς Καλλίμαχος. Ἀλέξανδρος ἐν τῷ Λυκίας Περίπλῳ Δολιχίστην αὐτήν φησιν. Σέβεδα, λιμὴν Λυκίας, ὡς Ἀλέξανδρος ἐν Περίπλῳ. Ἀφροδισιὰς, πόλις Κιλικίας, περὶ ἧς Ἀλ. Ὁ Πολυΐστωρ ἐν Περὶ Κιλικίας φησὶν, ὅτι Ζώπυρός φησιν αὐτὴν ἀπὸ τῆς Ἀφροδίτης κεκῆσθαι, γράφων καὶ ἱστορίας. Λαέρτης, Κιλικίας χωρίον. Στράβων ιδ ̓ (p. 669). Ἀλέξανδρος δὲ καὶ ὄρος καὶ πόλιν φησί. Σελεύκεια, πόλις ἐπὶ Κιλικίᾳ, τραχεῖα λεγομένη· ὠνόμασε δὲ Σελεύκειαν αὐτὴν Σέλευκος ὁ Νικάτωρ, ὡς Ἀλέξανδρός φησι. Πρότερον δὲ Ὁλβία ἐκαλεῖτο καὶ Ὑρία. Ταρσὸς, ἐπισημοτάτη πὸλις Κιλικίας. . . Ἀλεξανδρος δὲ ὁ Πολυΐστωρ (sc. Ταρσὸν καλεῖσθαί φησι) διὰ τὸ τὸν Πήγασον ἵππον ἐκεῖ τὸν ταρσὸν κλάσαντα καὶ Βελλεροφόντην ἐν τῷ Ἀληίῳ πεδίῳ πλανηθῆναι. Χρυσόπολις . . . ἔστι καὶ ἄλλη Κιλικίας, ὡς ὁ Πολυΐστωρ. Κυτροὶ, Κύπρου πόλις. . . Ἀλέξανδρος ἐν τῷ Περὶ Κύπρου· «Τὴν δὲ Γορδίαν ἀποδοῦναι Χυτρίοις»· καὶ πάλιν· «Εὐρυνόην τῶν Χυτρίων βασιλεὺς ἔγημεν.» Βραχμᾶναι γοῦν οὔτε ἔμψυχον ἐσθίουσιν οὔτε οἶνον πίνουσιν, ἀλλ ̓ οἱ μὲν αὐτῶν καθ ̓ ἑκάστην ἡμέραν ὡς ἡμεῖς τὴν τροφὴν προσίενται· ἔνιοι δ ̓ αὐτῶν διὰ τριῶν ἡμερῶν. Ὥς φησιν Ἀλέξανδρος ὁ Πολυΐστωρ ἐν τοῖς Ἰνδικοῖς. Τοπάζιος, νῆσος Ἰνδική. Ἀλέξανδρος ὁ Πολυΐστωρ φησὶν, ὡς εὑρίσκεσθαι καὶ ἐν τῇ τῶν Τοπαζίων νήσῳ λίθον ὁμώνυμον τῇ νήσῳ [ὃν] ὅμοιον εἶναι τῇ χροιᾷ τῇ τοῦ νέου ἐλαίου. Γεδρωσία . . . Ἐν δὲ τοῖς τοῦ Πολυΐστρος διὰ τοῦ κ εὑρέθη ἡ πρώτη συλλαβὴ, ἀλλ ̓ ἦν ἀδιόρθωτον τὸ βιβλίον. Τάβαι, πόλις Λυδίας. . . ἔστι καὶ ἄλλη πόλις Καρίας Τάβαι· καὶ τρίτη τῆς Περαίας, ἣν Ἀλέξανδρος ἐν τῷ Περὶ Συρίας ἑρμηνεύει ἀγαθήν.