Ancient Greek · ~6 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 10
Not analysed yet
Τούτοις καὶ τὰ ἑξῆς περὶ τοῦ Ἰωσὴφ ἐκ τῆς αὐτῆς Πολυΐστορος γραφῆς ἐπισυνήφθω. «Ἀρτάπανος δέ φησιν ἐν τῷ Περὶ Ἰουδαίων τῷ Ἀβραὰμ Ἰωσὴφ ἀπόγονον γενέσθαι, υἱὸν δὲ Ἰακώβου· συνέσει δὲ καὶ φρονήσει παρὰ τοὺς ἄλλους διενεγκόντα ὑπὸ τῶν ἀδελφῶν ἐπιβουλευθῆναι· προειδόμενον δὲ τὴν ἐπισύστασιν δεηθῆναι τῶν ἀστυγειτόνων Ἀράβων εἰς τὴν Αἴγυπτον αὐτὸν διακομίσαι· τοὺς δὲ τὸ ἐπιτυγχανόμενον ποιῆσαι· εἶναι γὰρ τοὺς τῶν Ἀράβων βασιλεῖς ἀπογύνους Ἰσραὴλ, υἱοὺς δὲ Ἀβραὰμ, Ἰσαὰκ δὲ ἀδελφούς. Ἐλθόντα δὲ αὐτὸν εἰς τὴν Αἴγυπτον καὶ συσταθέντα τῷ βασιλεῖ διοικητὴν τῆς ὅλης γενέσθαι χώρας. Καὶ πρότερον ἀτάκτως τῶν Αἰγυπτίων γεωμορούντων, διὰ τὸ τὴν χώραν ἀδιαίρετον εἶναι καὶ τῶν ἐλασσόνων ὑπὸ τῶν κρεισσόνων ἀδικουμένων, τοῦτον πρῶτον τήν τε γῆν διελεῖν καὶ ὅροις διασημήνασθαι, καὶ πολλὴν χερσευομένην γεωργήσιμον ἀποτελέσαι, καί τινας τῶν ἀρουρῶν τοῖς ἱερεῦσιν ἀποκληρῶσαι. Τοῦτον δὲ καὶ μέτρα εὑρεῖν, καὶ μεγάλως αὐτὸν ὑπὸ τῶν Αἰγυπτίων διὰ ταῦτα ἀγαπηθῆναι, Γῆμαι δὲ αὐτὸν Ἡλιουπολίτου ἱερέως Ἀσενὲθ θυγατέρα, ἐξ ἧς γεννῆσαι παῖδας. Μετὰ δὲ ταῦτα παραγενέσθαι πρὸς αὐτὸν τόν τε πατέρα καὶ τοὺς ἀδελφοὺς κομίζοντὰς πολλὴν ὕπαρξιν, καὶ κατοικισθῆναι ἐν τῇ πόλει Καισὰν, καὶ τοὺς Σύρους πλεονάσαι ἐν τῇ Αἰγύπτῳ. Τούτους δέ γησι καὶ τὸ ἐν Ἀθὼς καὶ τὸ ἐν Ἡλιουπόλει ἱερὸν κατασκευάσαι τοὺς Ἑρμιοὺθ ὀνομαζομένους. Μετὰ δὲ ταῦτα τελευτῆσαι τόν τε Ἰωσὴρ καὶ τὸν βασιλέα τῶν Αἰγυπτίων. Τὸν οὖν Ἰωσὴφ κρατοῦντα τῆς Αἰγύπτου τὸν τῶν ἐτῶν ἑπτὰ σῖτον, γενόμενον κατὰ τὴν φορὰν ἄπλετον, παραθέσθαι, καὶ τῆς Αἰγύπτου δεσπότην γενέσθαι.