Ancient Greek · ~2 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.27
Not analysed yet
⟨. . . εἶπεν ὁ θεός· ⟩Ἄχρι ποῦ στυγνὴ φύσις ἡ τῶν ὑποκειμένων ὁρᾶται; ἄχρι πότε τὰ ἤδη γεγονότα [ἀργὰ] μένει [καὶ] ἀνεγκωμίαστα; ἀλλ᾽ ἄγε δή μοι τοὺς ἐν οὐρανῷ θεοὺς ⟨κάλεσον⟩ πάντας ἤδη [εἶπεν ὁ θεός, ὦ τέκνον, ὥς φησιν Ἑρμῆς]. οἱ δὲ ⟨ὡς⟩ ἦλθον πρὸς ⟨τὸ⟩ ἐπίταγμα, Ἀπίδετε εἶπεν εἰς τὴν γῆν καὶ πάντα τὰ χαμαί· ⟨. . . . ⟩οἱ δὲ ἐν τάχει [καὶ εἶδον καὶ] ἐνόησαν ἃ ἐβούλετο ⟨ὁ⟩ δυνάστης, καὶ εἰπόντι ὑπὲρ τῆς τῶν ἀνθρώπων γενέσεως συνέθεντο.