Ancient Greek · ~3 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.28
Not analysed yet
⟨ἐπερωτῶντος δὲ⟩ [εἴ τι παρ᾽] ἕνα ἕκαστοΝ τί δυνατός ἐστι παρασχεῖν τοῖς μέλλουσι γίγνεσθαι, ἔλεγεν Ἥλιος ⎡Ἐπὶ πλέον⎤ λάμψω. ὑπισχνεῖτο Σελήνη [τὸν] μετὰ τὸν ἩλίοΥ δρόμον φωτίσαι· ἔλεγε δὲ καὶ προπεπαιδοποιηκέναι [φόβον καὶ] σιγὴν καὶ ὕπνον [καὶ τὴν μέλλουσαν αὐτοῖς ἔσεσθαι ⟨π⟩ανωφελῆ μνήμην]. Κρόνος ἀπήγγειλεν ἤδη πατὴρ γεγονέναι [καὶ] δίκης καὶ ἀνάγκης. Ζεὺς ἔλεγεν Ὧς μὴ παντάπασι πολέμοις ⟨ἀπόλητ⟩αι τὸ φῦλον τὸ ἐσόμενον, ἤδη αὐτοῖς [καὶ τύχην καὶ ἐλπίδα καὶ] εἰρήνην γεγέννηκα. Ἄρης ἀγωνίας ἔλεγεν ἤδη καὶ ὀργῆς καὶ ἔριδος πατὴρ εἶναι. Ἀφροδίτη οὐκ ἐμέλλησεν, ἀλλὰ εἶπεν Ἐγὼ δὲ πόθον αὐτοῖς, ὦ δέσποτα, καὶ ἡδονὴν ἐπιζεύξω καὶ γέλωτα [ὡς μὴ χαλεπωτάτην αἱ συγγενεῖς ψυχαὶ τὴν καταδίκην ὑπομένωσιΝ] [ἐπὶ πλέον κολάζωνται]. ἐτέρπετο, ὦ τέκνον, [ἐπὶ πλέον] ⟨ὁ πατὴρ⟩ Ἀφροδίτης ταῦτα λεγούσης.