Ancient Greek
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.29
Not analysed yet
Ἐγὼ δέ, εἶπεν Ἑρμῆς, [καὶ] ⟨συνετὴν⟩ ποιήσω τὴν ⟨τῶν⟩ ἀνθρώπων φύσιν [ἔφη], καὶ σοφίαν αὐτοῖς [καὶ σωφροσύνην καὶ πειθὼ] καὶ ἀλήθειαν ⟨π⟩αραθήσω· καὶ οὐ παύσομαι [τῇ εὑρέσει συνών] [ἀλλὰ καὶ τῶν ὑπὸ ζῳδίων τῶν ἐμῶν γινομένων ἀνθρώπων] εἰσαεὶ τὸν θνητῶν βίον ὠφελ[ησ]ῶ⟨ν⟩, [ζῴδια γὰρ [[τὰ]] ἐμοὶ ἀνέθηκεν ὁ πατὴρ καὶ δημιουργὸς ⟨⟨τὰ⟩⟩ ἔμφρονα [γε] καὶ νοερά,] καὶ τότε πλέον, ὅταν Ή ἐπικειμένη αὐτοῖς τῶν ἀστέρων κίνησις σύμφωνον ἔχῃ τὴν ἑνὸς ἑκάστου φυσικὴν ἐνέργειαν. ἔχαιρεν [ὁ θεὸς] ὁ δεσπότης [κόσμου] ταῦτα ἀκούσας, καὶ προσέταξε γίγνεσθαι φῦλον τὸ ἀνθρώπων.]