Ancient Greek · ~2 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.53
Not analysed yet
[καὶ ἄγνωστα μὲν ἦν κατ᾽ ἀρχὰς παντάπασι.] νεωστὶ γὰρ αἱ ψυχαὶ καθειρχθεῖσαι [καὶ τὴν ἀτιμίαν μὴ φέρουσαι] [[τοῖς ἐν οὐρανῷ θεοῖς ἐφιλονείκουν, τῆς ἑαυτῶν εὐγενείας περικρατοῦσαι καὶ ἀντιλαμβανόμεναι, ὡς καὶ αὐταὶ τοῦ αὐτοῦ ἔτυχον δημιουργοῦ,]] ἐστασίαζον· καὶ ⟨οἱ κρείσσονες⟩, τοῖς λειπομένοις ἀνθρώποις ὀργάνοις χρώμενοι, ἐποίουν αὐτοὺς ἑαυτοῖς ἐπιτίθεσθαι καὶ ἀντιτάσσεσθαι, καὶ πολεμεῖν ἀλλήλοις. καὶ [οὕτως ἡ [μὲν] ἰσχὺς κατὰ τῆς ἀσθενείας μέγα ἠδύνατο, ὥστε] οἱ ἰσχυροὶ τοὺς ἀδυνάτους καὶ ⎡ἔκαιον⎤ καὶ ἐφόνευον, καὶ [κατὰ τῶν ἱερῶν] τοῦτο μὲν ζῶντας ⟨ἠνδραπόδιζον⟩, τοῦτο δὲ καὶ νεκροὺς ἔρριπτον ⟨ἀθάπτους⟩ [κατὰ τῶν ἀδύτων].