Ancient Greek · ~1 min
Excerpt 23
Corpus Hermeticum, Stobaei Hermetica 23.54
Not analysed yet
⟨⟨πολλοῦ δὲ ἤδη γενομένου τοῦ κακοῦ,⟩⟩ [ἕως] ἀγανακτήσαντα τὰ στοιχεῖα τῷ μονάρχῳ θεῷ ἐντυχεῖν ἐδοκίμαζον ὑπὲρ τῆς τῶν ἀνθρώπων ἀγρίου πολιτείας· [[πολλοῦ δὲ ἤδη γενομένου τοῦ κακοῦ]] [τὰ στοιχεῖα] ⟨καὶ⟩ τῷ ποιήσαντι αὐτὰ [τῷ θεῷ] προσελθόντα τοιούτοις λόγοις [ὑπὲρ μέμψεως] ἐχρήσαντο.