Ancient Greek
Excerpt 24
Corpus Hermeticum, Stobaei Hermetica 24.5
Not analysed yet
αἱ μέντοι περὶ τὰ ἤθη τῶν βασιλευόντων γιγνόμεναι διαφοραὶ οὐκ ἐν τῇ τῆς ψυχῆς φΎσει κρίνονται, πᾶσαι γὰρ θεῖαι, ἀλλ᾽ ἐν τῇ τῶν δορυφορησάντων αὐτῆς τὴν κατάΒασιν ἀγγέλων καὶ δαιμόνων. αἱ γὰρ τοιαῦται καὶ ἐπὶ τοιαῦτα κατερχόμεναι δίχα προπομπῆς καὶ δορυφορίας οὐ κατέρχονται· οἶδε γὰρ ἡ ἄνω δίκη τὴν ἀξίαν ἑκάστῳ νέμειν, κἂν ἐκ τῆς 6 εὐημερούσης χώρας ἀπωθῶνται.