Ancient Greek
Excerpt 26
Corpus Hermeticum, Stobaei Hermetica 26.13
Not analysed yet
⟨⟨καὶ τὰ μὲν περὶ τῆς διαθέσεως τῶν ἄνω καὶ τῆς καταβάσεως αὐτῶν [καὶ τῆς σωματουργίας] τοσαῦτα. ⟩⟩προσεπιγίγνεται δέ, ὦ παῖ μεγαλόδοξε, καὶ ἕτερά τινα ἡμῖν ἐκ τ῀Ης τοῦ φυράματος συσταθμίας. —Τί δέ ἐστιν, Ὧρος εἶπε, τὸ φύραμα τοῦτο, ὦ τεκοῦσα; —Σύνοδός ἐστι καὶ κρᾶσις τῶν τεσσάρων στοιχείων, ἐξ ἧς [κράσεως καὶ συνόδου] ἀναθυμιᾶταί τις ἀτμός, ὃς περιειλεῖται μὲν τῇ ψυχῇ, διατρέχει δὲ ἐν ⟨τῷ⟩ σώματι, ἀμφοτέροις μεταδιδοὺς [τουτέστι τῷ σώματι καὶ τῇ ψυχῇ] τῆς ἰδίας ποιότητος· καὶ οὕτως αἱ διαφοραὶ τῶν ψυχικῶν καὶ σωματικῶν ⎡ἐναλλοιώσεων⎤ γίνονται.