Ancient Greek
26.14 to 26.15
Corpus Hermeticum, Stobaei Hermetica 26.14-15
Not analysed yet
εἰ μὲν γὰρ κατὰ τὴν σωματικὴν ⎡διάπηξιν⎤ πλεονάσειε τὸ πῦρ, τὸ τηνικαῦτα ἡ ψυχὴ θερμὴ τὴν φύσιν ὑπάρχουσα καὶ ἕτερον θερμὸν προσλαβοῦσα [ἐκπυρωδεστέρα γενομένη] ποιεῖ τὸ ζῷον ἐΝεργότερον καὶ θυμικόν [τὸ δὲ σῶμα ὀξὺ καὶ εὐκίνητον]. εἰ δὲ πλεονάσειεν ὁ ἀήρ, τὸ τηνικαῦτα [καὶ] κοῦφον καὶ πηδητικὸν καὶ ἀνέδραστον γίνεται τὸ ζῷον καὶ ψυχῇ καὶ σώματι.