Ancient Greek
Excerpt 26
Corpus Hermeticum, Stobaei Hermetica 26.16
Not analysed yet
εἰ δὲ τὸ ὕδωρ πλεονάσειε, τὸ τηνικαῦτα [καὶ] τὸ ζῷον τῇ μὲν ψυχῇ γίγνεται εὔ[χ]ρουν [καὶ εὐφυὲς] καὶ εὐπερίχυτον, ἱκανῶς τε τοῖς ἄλλοις ἐπιπεσεῖν καὶ κολληθῆναι δυνάμενον, διὰ τὸ πρὸς τὰ ἄλλα [ἑνωτικὸν καὶ] κοινωνικὸν τοῦ ὕδατος· [ἐφιζάνει] ⟨ἑνοῦται⟩ γὰρ πᾶσι, καὶ πολὺ μὲν ὂν ⟨⟨καὶ περιλαΒὸΝ⟩⟩ εἰς ἑαυτὸ[ν] ἀναλύει [[καὶ περιλαμβάνει]], ὀλίγον δ᾽ ὑπάρχον καὶ καταδὺ[σα]ν ἐκεῖνο γίγνεται ᾧ ἐμίγη. τὰ μέντοι σώματα ὑπὸ τῆς πλαδαρότητος καὶ χαυνότητος εἰς περίσφιγξιν οὐ ⟨συ⟩νάγεται, ἀλλὰ μικρᾷ τινι [νόσου] ἀφορμῇ λύεται [καὶ τοῦ ἰδίου συνδέσμου κατ᾽ ὀλίγον ἐκπίπτει].