Ancient Greek · ~2 min
Excerpt 26
Corpus Hermeticum, Stobaei Hermetica 26.6
Not analysed yet
εἰς γὰρ ἕκαστον τῶν σωμάτων τούτων καθ᾽ ὁμοιότητα ἐγκλείονται αἱ ψυχαί, ὥστε εἰς μὲν ἀνθρώπους χωρεῖν τὰς κριτικάς· εἰς δὲ πτηνὰ τὰς ⎡ἀπανθρώπους⎤· εἰς δὲ τετράποδα ⟨τὰς⟩ ⎡ἀκρίτους⎤, νόμος γὰρ ἐκείνοις ἐστὶν ἡ ἰσχύς· εἰς δὲ ἑρπετὰ τὰς δολίας, οὐδὲν γὰρ αὐτῶν ἐξ ἐναντίου ἐπεξέρχεται τοῖς ἀνθρώποις, λοχήσαντα δὲ καταβάλλει· εἰς δὲ [τὰ] νηκτὰ τὰς δειλάς, καὶ ὅσα⟨ι⟩ τῶν λοιπῶν στοιχείων ἀπολαύειν ἀνάξια⟨ι⟩ τυγχάν⟨ου⟩ϲι.