Ancient Greek
Excerpt 26
Corpus Hermeticum, Stobaei Hermetica 26.7
Not analysed yet
γίγνεται μὲν οὖν καὶ ἐν ἑκάστῳ ⟨γένει⟩ εὑρεῖν ζῷον τῇ ἰδίᾳ φύσει ⎡μὴ καταχρώμενον⎤. —Πῶς [πάλιν], ὦ τεκοῦσα; εἶπεν Ὧρος. —καὶ ἀπεκρίθη Ἶσις· Ὥστε ἄνθρωπον μέν, ὦ τέκνον, τὸ κριτικὸν ὑπερβῆναι, ⟨πτηνὸν δὲ. . . ,⟩τετράπουν δὲ τὴν ἀνάγκην παραλλάξαι, ἑρπετὸΝ δὲ τὸ δόλιον ἀπολέσαι, καὶ νηκτὸν τῆς δειλίας καταφρονῆσαι [καὶ πτηνὸν τῆς ἀπανθρωπίας ἐκπεσεῖν]. [[καὶ τὰ μὲν περὶ τῆς διαθέσεως τῶν ἄνω καὶ τῆς καταβάσεαως αὐτῶν καὶ τῆς σωματουργίας τοσαῦτα.]]