Ancient Greek
Excerpt 2a
Corpus Hermeticum, Stobaei Hermetica 2a.18x
Not analysed yet
⟨⟨μεταβαλλόμενα δὲ ψεύδεται [καὶ τὰ προόντα καὶ] τὰ ὄντα. ταῦτα μέντοι οὕτω νόει, ὦ τέκνον, ὡς καὶ τῶν ψευδῶν τούτων [ἐνεργειῶν] ἄνωθεν ἠρτημένων ἀπ᾽ αὐτῆς τῆς ἀληθείας· τούτου δὲ οὕτως ἔχοντος, τὸ ψεῦδός φημι τῆς ἀληθείας ἐνέργημα εἶναι. ⟩⟩_